[ ] Lyd., N.E. — Gölde, Area N. of: Ayazviran
1 #⁷Α[— — — — — — — — — — — —]
συνπαθὼν Ε̣#⁷[— — —c.15— — —]
τῆς πατρίδος ΤΕ̣#⁷[—c.8— χροι]-
σοῖς {²⁶χρυσοῖς}²⁶ στεφάνοις· Γ̣λ̣[ύκων]α Ἀπ[ολ]-
5 λωνίου Μᾶρκον ὁ ἱερὸς δοῦμος
ἐτείμησεν χροισῷ {²⁶χρυσῷ}²⁶ στεφάνῳ· καὶ
Ἀμμιας ἡ μήτηρ αὐτοῦ καὶ Ἀμμιας
ἡ σύμβιος αὐτοῦ καὶ Ἀσκληπιάδης
καὶ Μηνόφιλος καὶ Λεύκιος οἱ υἱοὶ
10 αὐτοῦ ἐτείμησαν χροισοῖς {²⁶χρυσοῖς}²⁶ στεφά-
νοις· καὶ Ἀπολλώνιος καὶ Ἀσκληπιά-
δης οἱ ἀδελφοὶ αὐτοῦ καὶ Διοδότη
καὶ Ἀπφιας τὸν ἑαυτῶν δαίρα καὶ
Μᾶρκος τὸν πάτρως ἐτείμησα[ν]
15 χροισοῖς {²⁶χρυσοῖς}²⁶ στεφάνοις· καὶ Γλύκων [ὁ ἱε]-
ρεὺς τὸν συνιερόδουλον ἐτείμη̣-
σεν χροισῷ {²⁶χρυσῷ}²⁶ στεφάνῳ· καὶ Γλύκω[ν(?)]
Τερικωμήτου ἐτείμησε τὸν φί-
λον χροισῷ {²⁶χρυσῷ}²⁶ στεφάνῳ· καὶ Φιλόξε-
20 νος Δημαινέτου καὶ Γάϊος ὁ ἀδελ̣-
φὸς αὐτοῦ ἐτείμησαν τὸν συνβ[ι]-
ωτὴν χροισῷ {²⁶χρυσῷ}²⁶ στεφάνῳ· Τρόφιμος
Μητρᾶ ἐτείμησεν τὸν συνγενῆ
χροισῷ {²⁶χρυσῷ}²⁶ στεφάνῳ· καὶ Γραπτὴ καὶ
25 Τρόφιμος τὸν θρέψαντα ἐτεί-
μησαν χροισῷ {²⁶χρυσῷ}²⁶ στεφάνῳ.
Search Help