[ ] Lyd., N.E. — Gölde, Area N. of: Ayazviran — 240/1 AD
1 τὸν ἀδαῆ Κύπριδος καὶ ἀλ-
λότριον κακότητος | εἵλα-
τό με Βρόμιος σὺν Μοίραισιν
τὸν ἑταῖρον, | συνμύστην εἵ-
5 ν’ ἔχῃ με χορείαις ταῖς ἰδίαι-
σιν. | οὔνομά μοι Ἰουλιανός,
ἔτη δὲ ἔζησα δέχ’ ἑπτά. | Ἰου-
λιανὸς δὲ πατήρ, μήτηρ δέ
μου Ἄφφιον ἦεν, | οἵ με θανόν-
10 τα τάφῳ καὶ στήλλῃ {²⁶στήλῃ}²⁶ τῇδε ἐνέ-
γραψαν. | Ἀσκληπιάδης ὁ πά-
τρως καὶ Ἰουλιανὴ ἡ πάτρα καὶ
Διονύσιος ὁ μήτρων καὶ Ἀμμια-
νὸς καὶ Στρατόνεικος ἐτείμησα[ν].
15 ἔτους τκεʹ, μη(νὸς) Περιτίου βιʹ.
Search Help