[ ]
Lyd., N.E. — Gölde, Area N. of: Nisyra (Saraçlar) — 214/5 AD
1 | ἔτους σϟθʹ, μη(νὸς) Ἀπελλαίου ιʹ. |
Λούκιον τὸν εἱερῆ τὸν νεώ- | |
τερον ἐτείμησαν Λούκιος | |
Θίουλος ὁ πατήρ, ὁμοίως | |
5 | κ(αὶ) ἡ μήτηρ Θεοδώρα κ(αὶ) ὁ ἀδελ̣- |
φὸς Ἑρμᾶς κ(αὶ) αἱ αδελφαὶ Θε̣- | |
οδώρα, Μελιτήνη, Ἀπελλι- | |
ανὴ κ(αὶ) ὁ μήτρως Θεόδωρος με- | |
τὰ τῆς συνβίου, Μελτίνη κ(αὶ) | |
10 | Λούκιλλα αἱ πάτραι μετὰ τῶν |
συνβίων, Πολύκαρπος κ(αὶ) Ἐπί- | |
κτησις τὸν ἑαυτῶν τεθραμ- | |
μένον, Ἐπίκτησις, Τρόφιμος, | |
Ἱορτικός, Ὀνήσιμος, Ἐπικαρ- | |
15 | πία, Ἀριάγνη, Πανθεία, Κομό- |
διλλα, Ὑακινθίς, Ὀνησίφορος | |
τὸν ἑαυτῶν σύντροφον, | |
Λούκιος ὁ πάτρως μετὰ τῆς | |
συνβίου καὶ τῶν τέκνων καὶ | |
20 | τῶν ἰδίων, Ἁπλοκόμας μετὰ |
τῆς συνβίου καὶ τῶν ἰδίων, | |
Ἀχιλλεὺς μετὰ τῆς συνβίου κ(αὶ) | |
τῶν ἰδίων, Διονοίσιος ὁ συν- | |
γενὴς μετὰ τῆς συνβίου κ(αὶ) τῶν | |
25 | [π]αιδίων, Φιλεῖνος μετὰ τῶν |
ἰδίων, Ἀντωνεῖνος ὁ ἐπιστά- | |
της, Τατιανὸς ὁ ἰητρὸς τὸν | |
μαθητήν, Γραφικὸς κ(αὶ) Φιλοπά- | |
τωρ οἱ ἴδιοι, Ἀπολλώνιος | |
30 | τὸν φίλον κ(αὶ) Ἰουλιανὸς ὁ ἄπ- |
πας κ(αὶ) οἱ ἴδιοι πάντες μν- | |
είας χάριν ἐτείμησαν | |
βιώσαντα ἔτη ιηʹ. |