[ ] Lyd., N.E. — Saittai (Sidaskale), Area SW of — Mt. Toma (Yeşiloba Tepe): Börtlüce — 191/2 AD
1 μέγας Ζεὺς ἐκ διδύμων
δρυῶν κατεκτισμένος καὶ
αἱ δυνάμις αὐτοῦ. ἐπεὶ
Μηνόφιλος ἠγόρασε ἱερὰ ξύ-
5 λα, διὰ τοῦτο ἐκολάσθη ὑπὸ
τοῦ θεοῦ, καὶ πολλὰ παθόν-
τος αὐτοῦ μετὰ ταῦτα ἐκέ-
λευσε Μηνοφίλῳ τῷ υἱῷ αὐ-
τοῦ ῥοισάμενον τὴν τοῦ πα-
10 τρὸς αἰτίαν· παρανγέλλει
πᾶσιν ἀνθρώποις, ὅτι οὐ
δεῖ καταφρονεῖν το[ῦ θε]-
οῦ. ἀνέστησε δὲ τὸ μαρτ̣[ύ]-
ριον ἔτους σοϛʹ, μη(νὸς) Δαισίου λ̣ʹ.
Search Help
Contact Us