[ ]
Lyd. — Sardis (Sart) — end 4th-beg. 3rd c. BC
| 1 | μνησθεῖσ’ ὧν εἰς̣ [πίστι]ν̣ ἐμόχθησ’ αἰ[ὲν ὁμεύνου] |
| Ἐλπὶς ἐγὼ τῶν νῦν ἀνταπέχω χάριτας· | |
| οὐδ’ ἐς ἄκαρπον ἐγὼ δισσὰς ὠδῖνας ἀνέτλην | |
| ἱμερτῶν τέκνων, ὧν με ἀπέκλεισε Τύχη | |
| 5 | λήθης ἐκπετάσασα κατὰ βλεφάρων πέπλον ἤδη |
| ὅς με κατασκιάσας εἰν Ἀΐδηι κατέχει | |
| οἰκτρὰ μαραινομένην· ἀλλ’, ὦ ξένε, τόμ μ’ ὑπὸ τύμβωι | |
| θέντα πόσιν μύθοις εὐλογέων παρίοις, | |
| πιστὸν Ἀλεξάνδρου Ἀπολλώνιον, ὅς με δὶς [ὅσσον] | |
| 10 | στέρξας μνημείοις τοῖσδε κατηγλάϊ[σεν]. |