| 1 | τὸ κοινὸν |
| τῶν ἐπὶ τῆς Ἀσίας | |
| Ἑλλήνων καὶ ὁ δῆμος ὁ Σαρδι- | |
| ανῶν καὶ ἡ γερουσία ἐτίμησαν Μηνογέ- | |
| 5 | νην Ἰσιδώρου τοῦ Μηνογένους τοῖς ὑπογεγραμμένοις· |
| I.6 | εἰσανγειλάντων Μητροδώρου Κόνωνος καὶ Κλεινίου καὶ Μουσαίου καὶ Διονυσίου στρατηγῶν· |
| ἐπεὶ Γάϊος Ἰούλιος Καῖσαρ ὁ πρεσβύτατος τῶν τοῦ Σεβαστοῦ παίδων τὴν εὐκταιοτάτην | |
| ἐκ περιπορφύρου λαμπρὰν τῷ παντὶ κό<σ>μῳ ἀνείληφε τήβεννον, ἥδονταί τε πάντες | |
| ἄνθρωποι συνδιεγειρομένας ὁρῶντες τῷ Σεβαστῷ τὰς ὑπὲρ τῶν παίδων εὐχάς, ἥ τε ἡ- | |
| 10 | μετέρα πόλις ἐπὶ τῇ τοσαύτῃ εὐτυχίᾳ τὴν ἡμέραν τὴν ἐκ παιδὸς ἄνδρα τεληοῦσα[ν] |
| αὐτὸν ἱερὰν ἔκρινεν εἶναι, ἐν ᾗ κατ’ ἐνιαυτὸν ἐν λαμπραῖς <ἐ>σθῆσιν στεφανηφορεῖν ἅπαντας, θ[υ]- | |
| σίας τε παριστάν<αι> τοῖς θεοῖς τοὺς κατ’ ἐνιαυτὸν στρατηγοὺς καὶ κατευχὰς ποιεῖσθαι διὰ τῶν | |
| ἱεροκηρύκων ὑπὲρ τῆς σωτηρίας αὐτοῦ, συνκαθιερῶσαι τε ἄγαλμα αὐτοῦ τῷ τοῦ πατρὸς ἐν- | |
| ιδρύοντας ναῶι, ἐν ᾗ τε εὐανγελίσθη ἡ πόλις ἡμέρᾳ καὶ τὸ ψήφισμα ἐκυρώθη καὶ ταύτην στε- | |
| 15 | φ<αν>ηφορῆσαι τὴν ἡμέραν καὶ θυσίας τοῖς θεοῖς ἐκπρεπεστάτας ἐπιτελέσαι, πρεσβήαν τε |
| ὑπὲρ τούτων στεῖλαι τὴν ἀφιξομένην εἰς Ῥώμην καὶ συνχαρησομένην αὐτῶι τε καὶ τῶι Σε- | |
| [β]αστῶι· δεδόχθαι τῇ βουλῆι καὶ τῶι δήμωι ἐξαποσταλῆναι πρέσβεις ἐκ τῶν ἀρίστων ἀν- | |
| δρῶν τοὺς ἀσπασομένους τε παρὰ τῆς πόλεως καὶ ἀναδώσοντας αὐτῶι τοῦδε τοῦ δό- | |
| γματος τὸ ἀντίγραφον ἐσφραγισμένον τῇ δημοσίᾳ σφραγῖδι, διαλεξομένους τε τῶι Σε- | |
| 20 | βαστῶι περὶ τῶν κοινῇ συμφερόντων τῇ τε Ἀσίαι καὶ τῆι πόλει. καὶ ᾑρέθησαν πρέσβεις Ἰόλλας Μητροδώρο[υ] |
| καὶ Μηνογένη<ς> Ἰσιδώρου τοῦ Μηνογ<έ>νους. | |
| II.22 | Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸ<ς> Σεβα<σ>τός, ἀρχιερεύς, δημαρχικῆς ἐκξουσίας ιθʹ, |
| Σαρδιανῶν ἄρχουσι βουλῆι δήμωι χαίρειν· οἱ πρέσβεις ὑμῶν Ἰόλλας τε Μητροδώρου καὶ | |
| Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους συνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ παρ’ ὑμῶν | |
| 25 | ψήφισμα ἀπέδοσαν δι’ οὗ τά τε δόξαντα ὑμεῖν περὶ ὑμῶν δηλοῦντες καὶ συνήδεσθε ἐπὶ τῆι τε- |
| λειώσει τοῦ πρεσβυτέρου μου τῶν παίδων· ἐπαινῶ οὖν ὑμᾶς φιλοτειμουμένους ἀνθ’ ὧν εὐεργε- | |
| τῆσθε ὑπ’ ἐμοῦ εὐχαρίστους ἁτοὺς εἴς τε ἐμὲ καὶ τοὺς ἐμοὺς πάντας ἐνδείκνυσθαι· ἔρρωσθε. | |
| III.28 | εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῶι ἐξιόντι ἔτει |
| ἐκλογιστής, ἀνὴρ καλὸς καὶ ἀγαθὸς ἐκ προγόνων καὶ ἀνεστραμμένος ἐν τῆι ἀρχῆι ἐπιμελῶς καὶ | |
| 30 | εὐτόνως, πεμφθεὶς πρεσβευτὴς εἰς Ῥώμην πρός τε τὸν Σεβαστὸν Καίσαρα καὶ πρὸς Γάϊον Καίσαρα |
| τόν πρεσβύτατον τῶν παίδων αὐτοῦ καὶ τοὺς λοιποὺς ἄνδρας πρὸς οὓς ἀπεκόμισεν τὰ ψηφίσμα- | |
| τα ὑπέρ τε τῆς πόλεως καὶ τοῦ κοινοῦ τῶν Ἑλλήνων, ἐτέλεσε τὴν πρεσβήαν εὐπρεπέστατα ἀξί- | |
| ως τῆς πόλεως, καὶ συντυχὼν τῶι Σεβαστῶι ἐδήλωσεν τὴν τῆς πόλεως ἐπὶ τῶι Γαΐωι χαρὰν καὶ | |
| περὶ ὅλον τὸν οἶκον αὐτοῦ εὔνοιαν, παραγενόμενός τε ἐν τῆι συναχθείσῃ δημοτελεῖ ἐκ<κ>λησίαι | |
| 35 | τὴν ἀποπρεσβείαν ἐποιεῖτο, ὁ δὲ δῆμος ἀποδεξάμενος αὐτὸν καὶ ἐξ ὧν ἐκόμισεν ἀποκριμάτων |
| τὸ σπουδαῖον αὐτοῦ καὶ ἐπιμελὲς καταμαθὼν ἐπηνέχθη τιμᾶν αὐτόν· δεδ<ό>χθαι τῆι βουλῇ τὰς μὲν | |
| τειμ<ὰ>ς αὐτοῦ εἰς τοὺς ἐννόμους ὑπερτεθεῖσθαι χρόνους, τὴν δὲ τοῦ δήμου εἰς αὑτὸν μα<ρ>τυρίαν | |
| δεδηλῶσθαι διὰ τοῦδε τοῦ ψηφίσματος, εἶναί τε αὐτὸν ἐν τῇ καλλίστῃ καὶ ἐν τούτοις ἀποδοχῇ. | |
| IV.39 | εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ βουλευτὴς καὶ ἐν τῷ |
| 40 | ἐξιόντι ἔτει ἀποδιχθεὶς ἔκδικος ὑπὸ τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, ἀνὴρ σπουδαῖος περὶ τὴ[ν] |
| πατρίδα καὶ ἐν παντὶ παρεχόμενος ἑαυτὸν εὔνουν εἰς τὰ χρήσιμα τῶι δήμωι, πρεσβεύων καὶ ἐκδικῶ[ν] | |
| καὶ ἀναλῶν εἰς τὰ συνφέροντα, πρός τε τὸν Σεβαστὸν θεὸν Καίσαρα εἰς Ῥώμην ἀφικόμενος καὶ | |
| πρὸς Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ ὑπέρ τε τῶν Ἑλλήνων καὶ τοῦ δήμου καὶ τῆς γερουσίας ἡμῶ[ν] | |
| ὡς μάλιστα κοσμῆσαι τοὺς ἐκπέμψαντας δι’ ὧν ἐκόμισεν παρὰ τοῦ Σεβαστοῦ ἀποκριμάτων, ἔν [τε] | |
| 45 | ταῖς ὑπὸ τῆς πατρίδος δεδομέναις αὐτῷ ἀρχαῖς καὶ λειτουργίαις ἀνεστρα<μ>μένος ἁγνῶς καὶ πιστ[ῶς] |
| καὶ ἐπαξίως τοῦ γένους, ἐστὶν ἐν τῇ καλλίστῃ ἀποδοχῇ, ἐφ’ οἷς ὁ δῆμος καὶ διὰ τὴν λοιπὴν <ἀν>αστροφὴ[ν] | |
| καὶ ἐν πᾶσιν σεμνότητα αὐτοῦ ἐπηνέχθη τειμᾶν αὐτόν· νῦν δὲ ὄντων τῶν ἐννόμων χρόνων δεδό- | |
| χθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπηνῆσθαί τε αὐτὸν τετειμῆσθαι δὲ καὶ εἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ καὶ | |
| ἀγάλματι μαρμαρινῷ, ἃ καὶ ἀνατεθῆναι ἐν τῇ ἀγορᾷ γενομένης ἐπιγραφῆς· ὁ δῆμος ἐτείμησεν | |
| 50 | Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους πρεσβεύσαντα εἰς Ῥώμην πρὸς τὸν Σ<ε>βαστὸν Καίσαρα |
| καὶ Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ, γενόμενον ἔκδικον τῶν Ἑλλήνων καὶ ἀναστραφέντα ἁγνῶς καὶ πιστῶ[ς]. | |
| V.52 | Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος τῶν γερόντων καὶ Ἀπολλώνιος Διοδώρου <τοῦ> Ἑρμ<ίπ>που Παταγας λογιστὴς εἶπ[ον]· |
| ἐπ<ε>ὶ, τῆς ἀποπρεσβείας γενηθείσης ὑπὸ Μηνογένους τοῦ Ἰσιδώρου τοῦ Μηνογένους τοῦ ἐν τῷ ἐξιό[ν]- | |
| τι ἔτει ἐκλογιστοῦ τῆς πόλεως ἡμῶν, ἀνδρὸς ἀγαθοῦ κατὰ πᾶσαν ἀρετὴν καὶ διὰ τῶν ἐνκεχιρισμένων αὐ- | |
| 55 | τῶι ἀρχήων ὑπὸ τῆς πατρίδος ἀνεστρα<μ>μένου ἐπιμελῶς καὶ πιστῶς καὶ καθαρείως, ἔν τε τούτοις κα<ὶ> τῇ λ̣[οι]- |
| πῇ τοῦ βίου σώφρονι καὶ κοσμίῳ ἀγωγῇ τῆς πρεπούσης ἀποδοχῆς καὶ παρὰ τῶι δήμωι καὶ τῇ γερουσίᾳ [τυν]- | |
| χάνοντος περὶ ὧν ἐπρέσβευσεν πρός τε τὸν Σεβαστὸν καὶ Γάϊον τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων καὶ τοὺ[ς] | |
| λοιποὺς ἡγεμόνας ὑπέρ τε τῆς πόλεως καὶ τοῦ κοινοῦ τῶν Ἑλλήνων, καὶ ἀποδεδωκότος τὰ ἀποκρίματα ἄξια τῆς | |
| γερουσίας ἡμῶν, σπουδὴν εἰσενηνεγμένο<υ> φιλοφρόνως τοῦ καὶ ἐκ τῶν ἡγεμόνων τὸ ἀξίωμα αὐτῆς [δι]- | |
| 60 | αφυλάσσειν, ἡ γερουσία ἀποδεξαμένη αὐτὸν ἔκρινεν νῦν μὲν τὸν ἀληθῆ καὶ καθήκ<ο>ντα αὐτῷ ἔπαιν[ον] |
| διὰ τοῦ ψηφίσματος μαρτυρῆσαι περί τε τιμῶν αὐτῶι τῶν πρεπουσῶν γενέσθαι πρόνοιαν ἐν τοῖς κ[αθή]- | |
| κουσιν χρόνοις· δεδόχθαι γενέσθαι καθ’ ὅ τι προγέγραπται. | |
| VI.63 | Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος καὶ Ἀπολλώνιος Διοδώρου <τοῦ> Ἑρμίππου Παταγας λογιστὴς [εἶπον]· |
| ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῷ ἐξιόντι <ἔτει> ἐκλογιστὴς τῆς πόλεως ἡμ[ῶν, ἀνὴρ] | |
| 65 | καλὸς καὶ ἀγαθὸς καὶ πατρὸς ἐκ προγόνων τιμίου, ἀπὸ τῆς ἐκ παιδὸς ἡλικίας ἠγμένος εὐτάκτως [καὶ δικαί(?)]- |
| ως περί τε τὸ ἦθος καὶ τὴν λοιπὴν τοῦ βίου σώφρονα καταστολήν, γεγονὼς ἀνὴρ βέλτιστος ἐν [πᾶσιν καὶ] | |
| τυνχάνων τῆς καθηκούσης ἀποδοχῆς, διά τε τῆς ἀρχῆς παρεσχημένος ἑαυτὸν σπουδαῖον κα<ὶ> ε[ὔνουν] | |
| τῇ πατρίδι, εἱρέθη καὶ πρεσβευτὴς εἰς Ῥώμην ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδο[ς πρός τε Αὐ]- | |
| τοκράτορα Καίσαρα Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτοῦ, καὶ ἐτέλεσεν τὴν πρεσβήαν καὶ ὑπὲρ τῶ[ν γερόντων] | |
| 70 | ἐπιτυχῶς, οἱ δὲ γέροντες καὶ πρότερον μὲν αὐτὸν ἐπήνεσαν καὶ νῦν ἔκριναν, τῶν ἐννόμων ἐ[λθόντων] |
| χρόνων, καὶ τιμῆσαι αὐτόν· δεδόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς γενομ[ένης τῆς] | |
| ἀναθέσεως ἐν τῷ πρεσβυτικῷ ἐπι<γ>ραφῆναι· ἡ γερουσία ἐτίμησεν Μηνογένην Ἰσιδώρου τοῦ Μη[νογένους] | |
| ἄνδρα καλὸν καὶ ἀγαθὸν, πρεσβεύσαντα δὲ καὶ ἰς Ῥώμην πρὸς τὸν Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτ[οῦ καὶ πρὸς] | |
| τοὺς λοιποὺς ἡ<γ>εμόνας καὶ ὑπὲρ τῆς γερουσίας ἐπιτυχῶς, ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς ἑατ[ήν]. | |
| VII.75 | Χαρῖνος Χαρίνου Περγαμηνὸς, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστο[ῦ, Σαρδιανῶν] |
| ἄρχουσι βουλῇ δήμῳ χαίρειν· ἐ<κ>κλησίας, ἀρχαιρετικῆς συναχθείσης καὶ συνελθόντων τῶν ἀπὸ τῶν [πόλεων ἑ]- | |
| κατὸν κ(αὶ) νʹ ἀνδρῶν τιμᾶν ἐπηνέχθησαν ἄθροοι τὸν καθ’ ἔτος ἔκδικον τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσί[ας Ἑλ]- | |
| λήνων Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην <ὑ>μῶν, διὰ τὴν ἐξ αὐτοῦ ἰς τὴν Ἀσίαν [εὔδη]- | |
| λον εὔνοιαν καὶ διὰ τὸ τὴν ἀρχὴν αὐτὸν τετελεκέναι καθαρῶς καὶ συνφερόντως, ἰκόνι γραπτῇ ἐνόπλῳ <ἐ>πιχρ[ύσῳ] | |
| 80 | ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν βούληται πόλει τῆς Ἀσίας, ἐφ’ ἧς καὶ ἐπιγραφῆναι· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλ<λ>ηνες ἐτίμησ[αν] |
| Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἔκδικον, τελέσαντα τὴν ἀρχὴν κα<θ>αρῶς καὶ σ[υν]- | |
| φερόντως τῇ Ἀσίᾳ· δι’ ὃ καὶ γεγράφαμεν ὑμεῖν περὶ τῶν τιμῶν αὐτοῦ ἵνα ἰδῆτε. | |
| VIII.83 | Δημήτριος Ἡρακλείδου Μασταυρείτης, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβα[σ]- |
| τοῦ, Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν· Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην ὑμῶν | |
| 85 | ἐπηνέχθησαν ἐπὶ τῶν ἀρχαιρεσιῶν οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες διὰ τὴν ἀρετὴν καὶ περὶ πάντα σεμν<ό>- |
| τητα τειμῆσαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν καὶ ἐξεῖναι ἀναθεῖναι τῷ Μηνογένη ἐν ᾧ ἂν βούλη- | |
| ται τῶν τῆς Ἀσίας τόπων γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Μηνογένην | |
| Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἄνδρα ἀγαθὸν καὶ τίμιον τῇ Ἀσίᾳ. | |
| IX.89 | ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσ<ί>ας Ἕλλησιν γνώμη τοῦ ἀρχιερέως θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος |
| 90 | θεοῦ ὑοῦ Σεβαστοῦ Φιλιστήους τοῦ Ἀπολλοδώρου τοῦ Ἀπολλοδώρου φιλοπάτριδος Σμυρναίου· ἐπεὶ |
| Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένου<ς> Σαρδιανὸς ἀνὴρ ἀγαθὸς καὶ ἐν τῇ πατρίδι πλείστης | |
| ἀποδοχῆς τυνχάνι ἐπί τε καλοκἀγαθίᾳ καὶ σεμνότητι καὶ πρεσβήαις ταῖς πρὸς τὸν Σεβαστὸν καὶ τῆι | |
| τῶν ἐνπεπιστευμένων ἀρχήων πίστει, χειροτονηθεὶς καὶ ἔκδικος τὸ δεύτερον ἁγνῶς καὶ ἐπιμε- | |
| λῶς τοῖς τῆς Ἀσίας πράγμασιν προσήδρευσεν, οὐδένα καιρὸν πρὸς τὸ συνφέρον τῶν Ἑλ<λ>ήνων παριεὶς | |
| 95 | πάσῃ δὲ χρώμενος σπουδῇ, ἐφ’ οἷς δίκαιός ἐστιν τετειμῆσθαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν |
| καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας ἐτίμησαν | |
| Ἕλληνες Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, τὸ δεύτερον ἔκδικον καὶ ἀνα- | |
| στραφέντα ἁγνῶς καὶ συνφερόντως τῇ Ἀσίᾳ, ἀρετῆς ἕνεκα πάσης. | |
| X.99 | ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν γνώμη Μάρκου Ἀντωνίου Λεπίδου Θυατιρηνοῦ, τοῦ ἀρχιερέως καὶ |
| 100 | ἀγωνοθέτου διὰ βίου τῶν μεγάλων Σεβαστῶν Καισαρήων θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος |
| θεοῦ υἱοῦ Σεβαστοῦ, ἀρχιερέως μεγίστου καὶ πατρὸς τῆς πατρίδος καὶ τοῦ σύνπαντος τῶν ἀνθρώπων | |
| γένους· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανός, ἀνὴρ γένους ἐνδοξοτάτου | |
| καὶ πολλὰ παρὰ τῇ πατρίδι ἠνδραγαθηκότος διά τε ὧν ἐπιστεύθη ἀρχήων καὶ ἱερωσυνῶν, πρεσβεύ- | |
| σας τε καὶ πρὸς τὸν Σεβαστὸν Καίσαρα ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδος, καὶ πάντα | |
| 105 | {καὶ πάντα} κατορθωσάμενος προσηκόντως καθὼς τὰ ἀποκρίματα περιέχι, γενόμενος δὲ καὶ τῆς |
| Ἀσίας τὸ τρίτον ἔδικος, καὶ ἀναστραφεὶς ἁγνῶς καὶ συνφερόντως τοῖς τῆς Ἀσίας πράγμασιν ὡς | |
| μάλιστα ἐπηνῆσθαι καὶ τετιμῆσθαι αὐτὸν παρ’ ὅλον ἐν ταῖς ἀρχαιρεσίαις, δίκαιον δέ ἐστιν καὶ νῦν | |
| μαρτυρῆσαι τῷ ἀνδρὶ ὅτι οὐδέποτε ἐνλίπει τοῖς κοινοῖς τῆς Ἀσίας πράγμασιν, αἰεί ποτε δὲ αἴτιος παν- | |
| τὸς ἀγαθοῦ γίνεται· δι’ ὃ δεδ<ό>χθαι τῷ κοινῷ τῶν Ἑλλήνων τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ | |
| 110 | ἐπιχρύσῳ, ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσί- |
| ας Ἕλληνες ἐτίμησαν Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, γενόμενον τρὶς ἔ[κ]- | |
| δικον καὶ ἀναστραφέντα πιστῶς καὶ ἀξίως τοῦ γένους, ἀρετῆς ἕνεκα πάσης· τετιμῆσθαι δὲ καὶ | |
| Ἰσίδωρον Μηνογένους τοῦ Ἰσιδώρου Ἀσιανόν, τὸν υἱὸν αὐτοῦ γεγεννημένον ἐπὶ ταῖς καλλίσταις | |
| ἐλπίσιν, καὶ ἀνατεθῆναι αὐτοῦ ἰκόνα ἔνοπλον ἐπίχρυσον ἐν ᾗ ἂν πόλι βούληται τῆς Ἀσίας Μηνο- | |
| 115 | γένης ὁ πατὴρ αὐτοῦ γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Ἰσίδωρον Μηνογέ- |
| νους τοῦ Ἰσιδώρου Ἀσιανὸν τὸν Μηνογένους υἱόν, διὰ τὴν τοῦ πατρὸς αὐτοῦ πρὸς τὴν Ἀσίαν σπουδήν | |
| τε καὶ εὔνοιαν, ἀρετῆς ἕνεκα πάσης· ἐξῖναί τε τῷ Μηνογένη τὰ ἴδια τίμια καὶ τὰ τῶν προγόνων ἐν | |
| στήλῃ μαρμαρινῇ ἐνχαράξαι ἣν καὶ ἐπιτετράφθαι αὐτῷ ἐν ᾗ ἂν βουληθῆ τῆς Ἀσίας πόλι{ς} ἢ ἱερῷ ἀναστῆ- | |
| σαι, πεμφθῆναι δὲ τοῦδε τοῦ ψηφίσματος τὸ ἀντίγραφον πρὸς Σαρδιανοὺς ἐσφραγισμένον τῇ ἱερᾷ σφ<ρ>αγῖδι. | |
| XI.120 | ἔδοξ<ε>ν τῇ βουλῇ περὶ ὧν εἰσήν<γ>ειλαν οἱ στρατηγοὶ Ποσιδώνιος Νικομάχου ὁ καὶ Νεικόμαχος καὶ Μωγέτης |
| καὶ Παρδαλας καὶ Μοσχίων· ἐπειδὴ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ ἔκδικος τὸ τρίτον τῆς Ἀσίας, | |
| ἀνὴρ ἀγαθὸς καὶ εὐγενής, ἀπὸ τῆς πρώτης ἡλικίας σπουδάσας περὶ ἀρετήν, τέλειος ἀνὴρ γέγονεν, πισ- | |
| τευθείς τε παρὰ τῆς πατρίδος ἀρχὰς τιμιωτάτας ἐν πάσαις ἀνέστραπται ἁγνῶς καὶ ἐπιμελῶς καὶ | |
| πιστῶς, πρεσβεύσας τε πρός τε τὸν Σεβαστὸν καὶ τοὺς ἄλλους ἡγεμόνας ἐπιτυχῶς καλλίστοις | |
| 125 | ἀποκρίμασιν τὴν πατρίδα ὑπὲρ τῶν συνφερόντων κεκόσμηκε, τῇ τε παρὰ τοῖς Ἕλλησι διαπρέπων |
| γνώσει ἠξίωται τρὶς τῆς αὐτῆς ἀρχῆς διὰ βίον πιστὸν καὶ ἤθη ἀγαθὰ καὶ ἀνδρήαν, ἐφ’ οἷς ἅπασιν ἡ βου- | |
| λὴ ἐπαινέσασα αὐτὸν καὶ ἐπὶ τῷ ἱεροπρεπῶς τὴν Περγαμηνῶν ἱερωσύνην ἄρξαι ἔκρινε τιμῆσαι· δε- | |
| δόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι χαλκῇ, ἧς ἀνατεθείσης ἐν τῇ ἀγορᾷ γενέσθαι τὴν ἁρμόζουσαν ἐ[πι]- | |
| γραφὴν, τετιμῆσθαι δὲ αὐτοῦ καὶ τὸν υἱὸν Ἰσίδωρον ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς ἀνατεθίσης ἐν | |
| 130 | τῷ παιδικῷ τυχῖν τῆς προσηκούσης τοῖς ἐψηφισμένοις ἐπιγραφῆς. ἐπετράπη τε αὐτῷ τὸ ψήφισμα |
| ἐνχαράξαι εἰστήλην καθὼς καὶ οἱ Ἕλληνες ἐψηφίσαντο. | |
| XII.132 | ἔδοξεν τῇ βουλῇ περὶ ὧν ἰσήνγειλεν Χρυσόγονος Χρυσογόνου νεώτερος Οπινας, ὁ γραμ<μ>ατεὺς τοῦ δήμου |
| τὸ δεύτερον καὶ ἀντάρχων τῶν στρατηγῶν· ἐπιδὴ ἐπελθόντες οἱ ἐν τῷ ἱερῷ τοῦ τε Πολιέως Διὸς | |
| καὶ τῆς Ἀρτέμιδος οἰκοῦντες ἠτήσαντο εὐχαριστίας ἕνεκαν καὶ ὧν πεπόνθασιν εὖ ἐκ Μηνογένο[υς] | |
| 135 | τοῦ Ἰσιδώρου τοῦ Μηνογένους, ἀνδρὸς ἀγαθοῦ καὶ παρά τε τῇ πατρίδι τῆς καλλίστης τυνχάνοντος ἀπ[ο]- |
| δοχῆς τε καὶ μαρτυρίας καὶ παρὰ τοῖς Ἕλλησιν τιμῆς, οἳ τρὶς ἤδη ἔκδικον αὐτὸν πεποίηνται ἑατῶν, ἰκόνα | |
| γραπτὴν ἔνοπλον ἐπίχρυσον τοῦ υἱοῦ αὐτοῦ ἀναθῖναι ἐπιτραπῆναι αὐτοῖς Ἰσιδώρου τοῦ Μηνογένους τοῦ | |
| Ἰσιδώρου Ἀσ[ια]νοῦ, καὶ ἡ βουλὴ διά τε τὸν πατέρα αὐτοῦ Μηνογένην καὶ διὰ τοὺς αἰτουμένους ἐπέτρεψεν· δε- | |
| δόχθαι ἀνατεθῆναι τὴν ἰκόνα αὐτοῦ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος, ἐφ’ ἧς καὶ γενέσθαι τὴν οἰκείαν ἐπιγραφήν. |