[ ]
Lyd. — Sardis (Sart) — ca. 155 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι στρατηγῶν |
γνώμη· ἐπεὶ Τίμαρχος Μενεδήμου, τεταγμένος πρό- | |
τερον ὑπὸ τοῦ θεοῦ βασιλέως ῥισκοφύλαξ ἐν Περγάμωι | |
καὶ πίστεως οὐ μικρᾶς ἠξιωμένος, ἔν τε τοῖς κατὰ τὴν | |
5 | χρείαν διεγενήθη ἀκολούθως τῆι τοῦ ἐγχειρίσαντος |
προαιρέσει καὶ ἐν τοῖς ἄλλοις ἀνεστράφη ἀμέμπτως, | |
διόπερ ὁ βασιλεὺς ἐπιγνοὺς τὴν περὶ αὐτὸν ὑπάρχουσαν | |
καθαρειότητα καὶ τὴν κατὰ τὸν βίον εὐταξίαν τε | |
καὶ μετριότητα, καὶ νομίζων εὔθετον εἶναι πρὸς τὴν | |
10 | θεραπείαν καὶ εὐκοσμίαν τῶν κατὰ τὸ ἱερὸν τῆς |
παρ’ ἡμῖν Ἀρτέμιδος κατέστησεν νεωκόρον τῆς θεοῦ, | |
γινόμενός τε πρὸς τοῖς ἐγκεχειρισμένοις καὶ ἀμέμ- | |
πτως ἀναστρεφόμενος συντηρεῖ τὴν ὑπάρχουσαν | |
αὐτῶι παρὰ πᾶσιν εὐφημίαν, εὐσεβῶς δὲ διακείμενος | |
15 | καὶ πρὸς τὸ θεῖον καὶ φιλαγάθως πειρᾶται κατὰ τὴν ἑαυτοῦ |
δύναμιν καὶ ἐν τούτοις μηδενὸς λείπεσθαι μερίζων | |
παρ’ ἑαυτοῦ καὶ εἰς τὰ τῆι θεῶι χρήσιμα· ἵνα οὖν καὶ ὁ δῆμος | |
φαίνηται τιμῶν τοὺς ἀγαθοὺς καὶ πολλοὶ ζηλωταὶ | |
γίνωνται τῶν ὁμοίων, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι | |
20 | ἐπαινέσαι Τίμαρχον ἐπί τε τῆι πρὸς τὸ θεῖον εὐσεβείαι |
καὶ τῆι πρὸς τὴν πόλιν αἱρέσει, καὶ στεφανῶσαι αὐτὸν | |
ἐν τῶι θεάτρωι θαλλοῦ στεφάνωι ἐν τοῖς ἀχθησομένοις | |
Διονυσίοις προνοηθέντων τῆς ἀναγγελίας τοῦ τε | |
ἀγωνοθέτου καὶ τοῦ γραμματέως τοῦ δήμου, ἀναγράψαι | |
25 | δὲ καὶ τὸ ψήφισμα εἰς στήλην καὶ ἀναθεῖναι |
ἐν τῶι ἱερῶι, ὅπως οὗτός τε πολλῶι μᾶλλον ἐκκαλῆται | |
πρὸς εὐεργεσίαν τῆς πόλεως καὶ οἱ ἄλλοι βλέπον- | |
τες τὴν ἀπαντωμένην τοῖς ἀξίοις τῶν ἀνδρῶν | |
εὐφημίαν πολὺ προθυμότερον διατιθῶνται τῆι | |
30 | πρὸς τὰ κοινὰ φιλαγαθίαι. |