[ ] Lyd. — Sardis (Sart) — ca. 200 BC
I.1 [— — —c.36— — —] ἐπερωτήσαντος Χαιρέο[υ ․․]ε[․․․․․]ω[․․․․․․]εσε[․c.2․]
[․․․․․․․․․․]ς καὶ ὕστερον ἐπέκρινέ μοι τὸν οἶκον Ἀντίγονος· ἐπειδὴ νῦν οἱ νεωποῖαι τὸ χρυσίον τῆς
[παρακαταθή]κ̣ης τὸ τῆς Ἀρτέμιδος ἀπαιτοῦσιν παρ’ ἐμοῦ, ἐγὼ δὲ οὐκ ἔχω πόθεν ἀποδώσω αὐτοῖς, ἔστι οὖν
[τὸ καθ’ ἓν το]ῦ οἴκου κῶμαι αἵδε <αἳ> καλοῦνται Τοβαλμουρα κώμη ἐν Σαρδιανῶι πεδίωι ἐν Ἴλου ὄρει· προσκύρουσιν δὲ
5 [πρὸς τὴν κώ]μ̣ην ταύτην καὶ ἄλλαι κῶμαι ἣ καλεῖται Τανδου καὶ Κομβδιλιπια, φόρος τῶν κωμῶν εἰς τὴν Πυθέου
[․․․․․․ χ]ιλιαρχίαν τοῦ ἐνιαυτοῦ χρυσοῖ πεντήκοντα· ἔστι δὲ καὶ κλῆρος ἐν Κιναροα πλησίον Τοβαλμουρα,
[φόρος το]ῦ̣ ἐνιαυτοῦ χρυσοῖ τρεῖς· ἔστι δὲ καὶ ἄλλη κώμη Περιασασωστρα ἐν Μορστου ὕδατι, φόρος εἰς τὴν
[․․․․․․․․]αρίου χιλιαρχίαν τοῦ ἐνιαυτοῦ χρυσοῖ πεντήκοντα ἑπτά· ἔστι δὲ καὶ <ἐν> Μορστου ὕδατι κλῆρος
ἐν Να̣γριοα, φόρος εἰς τὴν Σαγαρίου Κορειδος χιλιαρχίαν χρυσοῖ τρεῖς ὀβολοὶ χρυσίου τέσσαρες· ἔστι δὲ
10 καὶ ἄλλη κώμη ἐν Ἀττούδδοις ἣ καλεῖται Ἴλου κώμη, φόρος τοῦ ἐνιαυτοῦ χρυσοῖ τρεῖς ὀβολοὶ χρυσίου τρεῖς·
ἐκ πασῶν οὖν τῶν κωμῶν καὶ ἑκ τῶν κλήρων καὶ τῶν οἰκοπέδων προσκυρόντων καὶ τῶν λαῶν πανοικίων
σὺν τοῖς ὑπάρχουσιν καὶ τῶν ἀγγείων τῶν οἰνηρῶν καὶ τοῦ φόρου τοῦ ἀργυρικοῦ καὶ τοῦ λητουργικοῦ καὶ τῶν
ἄλλων τῶν γινομένων ἐκ τῶν κωμῶν καὶ χωρὶς τούτων ἔτι πλέον, τῆς διαιρέσεως γενομένης,
ἐξαίρημα ἔλαβεν Πύθεος καὶ Ἄδραστος ἐν Τβαλμουροις αὐλήν, καὶ ἔξω τῆς αὐλῆς εἰσιν οἰκίαι τῶν
15 λαῶν καὶ τῶν οἰκετῶν καὶ παράδεισοι δύο σπόρου ἀρταβῶν δεκαπέντε, καὶ ἐν Περιασασωστροις
οἰκόπεδα σπόρου ἀρταβῶν τριῶν καὶ παράδεισοι σπόρου ἀρτα<β>ῶν τριῶν καὶ οἰκέται οἱ κατοικοῦντες
ἐν τούτωι τῶι τόπωι, ἐν Τβαλμουροις Ἔφεσος Ἀδράστου, Καδοας Ἀδράστου, Ἡρακλείδης Βελετρου,
Τυιος Μανεου Καΐκου, ἐν Περιασασωστροις οἱ κατοικοῦντες Καδοας Αρμανανδου, Ἄδραστος Μανεου
II.1 [— — —c.16— — — μηθ]ὲ̣[ν ἐξέστω μή]τ̣ε̣ ἐμοὶ μήτ̣ε̣ [τοῖς ἐμοῖς ἐκγόνοις μήτ]ε̣ [— —c.10— —]
μήτε ἄλ<λ>ωι μηθενὶ μηκέτι ἀπολύσασθαι· καὶ ἐάν τις ἐμποιῆται ὑπέρ τινος τῶν κωμῶν ἢ τῶν κλήρων
ἢ ὑπὲρ τῶν ἄλλων τῶν ὧδε γεγραμμένων ἐγὼ καὶ οἱ ἐμοὶ ἔκγονοι βεβαιώσομεν καὶ τὸν ἀντιποιούμενον
ἐξαλλάξ<ο>μεν, ἐὰν δὲ μὴ βεβαιώσωμεν ἢ παρὰ τὴν συγγραφὴν παραβαίνωμεν τήνδε γεγραμμένην
5 ἐπ[ὶ] τὰς κώμας καὶ τοὺς κλήρους καὶ τὰ χωρία καὶ τοὺς οἰκέτας ἅπαντας εἰς τὰ Ἀρτέμιδος ἐχέτωσαν,
καὶ οἱ νεωποιοὶ ὑπὲρ τούτων ἐκδικαιούσθωσαν καὶ κρινέσθωσαν πρὸς τοὺς ἀντιποιουμένους
ὡς ἂν βούλωνται, καὶ ἐγὼ Μνησίμαχος καὶ οἱ ἐμοὶ ἔκγονοι ἀποτείσομεν εἰς τ<ὰ> Ἀρτέμιδος
χρυσοῦς δισχιλίους ἐξακοσίους πεντήκοντα, καὶ ὑπὲρ τῶν γενημάτων καὶ τῶν καρπῶν
ἐὰν μὴ καρπεύσωνται ἐν ἐκείνωι τῶι ἔτει εἰς τὰ Ἀρτέμιδος ὁπόσου οὖν χρυσίου ἄξια ἦι καὶ ταῦτα
10 ἀποδώσομεν, καὶ τῶν οἰκοδομη<μά>των καὶ φυτευμάτων τῶν τῆς Ἀρτέμιδος ἢ ἄλλο τι ὅ τι ἂν ποιήσωσιν
ὅσου χρυσίου ἄξια ἦι τὴν ἀξίαν ἀποδώσομεν, μέχρι δὲ ὅσου μὴ ἀποδῶμεν ἔστω ἡμῖν ἐν παρακαταθήκηι
τέως ἂν ἅπαν ἀποδῶμεν· ἐὰν δὲ τὰς κώμας ἢ τοὺς κλήρους ἢ τῶν ἄλλων τι τῶν ὑποκειμένων
ἐὰν ὁ βασιλεὺς ἀφέληται τῆι Ἀρτέμιδι διὰ Μνησίμαχον, τὸ χρυσίον οὖν τὸ ἀρχαῖον τὴν παρακαταθήκην
τοὺς χιλίους τριακοσίους εἰκοσιπέντε χρυσοῦς αὐτοὶ παραχρῆμα ἀποδώσομεν εἰς τὰ Ἀρτέμιδος
15 ἐγὼ Μνησίμαχος καὶ οἱ ἐμοὶ ἔκγονοι, καὶ τῶν οἰκοδομημάτων καὶ φυτευμάτων τῆς Ἀρτέμιδος
ὅσου ἂν ἄξια ἦι τὴν ἀξίαν ἀποδώσομεν παραχρῆμα, καὶ ὑπὲρ τῶν γενημάτων καὶ τῶν καρπῶν
ἐὰν μὴ καρπεύσωνται ἐν ἐκείνωι τῶι ἔτει εἰς τὰ Ἀρτέμιδος ὁπόσου ἂν χρυσίου ἄξια ἦι καὶ ταῦτα
ἀποδώσομεν, μέχρι δὲ ὅσου μὴ ἀποδῶμεν ἔστω ἐν ἐμοὶ ἐν παρα<κα>ταθήκηι καὶ ἐν τοῖς ἐμοῖς ἐκγόνοις
ἕως ἂν ἅπαν ἀποδῶμεν εἰς τὰ Ἀρτέμιδος· καὶ ἡ πρᾶξις τέως ἂν ἐξ ἡμῶν μήπω γένηται ἐξεῖναι.
Search Help