Decree of boule for appointment and training of hymnodoi;
2e; found at Stratonikeia: CIG 2715 + p. 1108; LW 519 + 520;
Robert, Et. anat. 516-523 (PH); Sokolowski, LSAM 69; SEG 15, 655;
Vidman, Sylloge 281 (part); *IStratonikeia 1101.
[ ]
IStr 1101
| 1 | ἐπὶ στεφανηφόρου Πτολεμαίο[υ τοῦ — μηνὸς Ἀρ]τε[μισίου Σωσάνδρου τοῦ Διομήδο]υς τοῦ γραμματέως [τ]ῆς βουλῆς ε- |
| ἰπόντος· τὴν πόλιν ἄνωθεν τῇ τῶν προεστώτων αὐτῆς μεγίστων θεῶν [προνοίᾳ, Διὸς Π]ανημε[ρίου καὶ Ἑ]κάτης ἐκ πολλῶν καὶ μεγάλων καὶ συνεχῶν | |
| κινδύνων σεσῶσθαι, ὧν καὶ τὰ ἱερὰ ἄσυλα καὶ ἱκετικὰ καὶ ἡ ἱερὰ σύνκλητος δόγματι σε[σήμασθαι δι’ ἃς ὑπὲρ] τῆς τῶν κυρίων Ῥωμαίων αἰωνίου ἀρχῆς | |
| ἐποιήσαντο προφανεῖς ἐναργείας· καλῶς δὲ ἔχι πᾶσαν σπουδὴν ἰσφέρεσθαι ἰς τὴν πρὸς [αὐτοὺς εὐσέβε]ιαν καὶ μηδένα καιρὸν παραλιπῖν τοῦ εὐσεβεῖν | |
| 5 | καὶ λιτανεύειν αὐτούς· καθίδρυται δὲ ἀγάλματα ἐν τῷ σεβαστῷ βουλευτηρίῳ τῶν προειρημένω[ν θεῶν, εναργ]εστάτας παρέχοντα τῆς θείας δυνά- |
| μεως ἀρετάς· δι’ ἃς καὶ τὸ σύνπαν πλῆθος θύει τε καὶ ἐπιθυμιᾷ καὶ εὔχεται καὶ εὐχαριστεῖ α[ἰεὶ τοῖσ]δε τοῖς οὕτως ἐπιφανεστάτοις θεοῖς, κἀ<κ> τῆς | |
| δι’ ὑμνωδίας προσόδου καὶ θρησκείας εὐσεβεῖν αὐτούς· vacat ἔδοξε τῇ βουλῇ, α[ἱρεῖσθαι] νῦν ἐκ τῶν εὖ γεγονότων παῖδας τριάκον- | |
| τα, οὕστινας καθ’ ἑκάστην ἡμέραν μετὰ τῶν δημοσίων παιδοφυλάκων ἄ[ξετ]αι ὁ παιδονό[μος ἰς τὸ β]ουλευτήριον λευχιμονοῦντας καὶ ἐστε- | |
| φανωμένους θαλλοῦ, ἔχοντας δὲ μετὰ χῖρας ὁμοίως θαλλούς, οἵτινες συνπαρόν[των κα]ὶ κιθαριστοῦ καὶ κήρυκος ᾄσονται ὕμνον, ὃν | |
| 10 | ἂν συντάξῃ Σώσανδρος Διομήδους ὁ γραμματεούς· ἐὰν δέ τινες τῶν αἱρεθέντων [παίδων ἐνκρ]ιθῶσιν ἰς τοὺς ἐφήβους, ἢ ὃ μηδεὶς θεῶν |
| ποιήσιεν, τελευτήσωσιν μὴ ἐνκριθέντες ἰς τοὺς ἐφήβους, ἄλλους ἀνθαιρεῖσθα[ι ὡς τάχιστ]α ἐπὶ τὴν αὐτὴν ὑμνῳδίαν, τῶν παιδοφυ- | |
| λάκων καὶ τοῦ παιδονόμου φανερὸν τοῦτο ἐνγράφως ποιούντων ὑπὲρ τοῦ ἰς [τὸν πάντα α]ἰῶνα τὴν αὐτὴν διαμεῖναι τῆς ἀνθαι- | |
| ρέσεως τάξιν καὶ θρησκείαν καὶ εὐσέβιαν τῶν θεῶν, οὔσης ἐξουσίας το[ῖς παισίν, ἐ]άν τινες αὐτῶν μὴ ὦσι ὑγιεῖς ἢ πένθι | |
| οἰκείῳ κατέχωνται· ἐὰν δέ τι τούτων μὴ πραχθῇ, οἱ μὲν ἄρχοντες καὶ ὁ π[αιδονόμος] ἔστωσαν ὑπεύθυνοι ἀσεβείᾳ, οἱ δὲ | |
| 15 | δημόσιοι παιδοφύλακες δεσμῷ· vacat ἔτι δὲ καὶ τὸν καθ’ ἕκασ[τον ἐνιαυτὸ]ν γεινόμενον ἱερέα τῆς Ἑκάτης καταλέ- |
| γειν ἐκ τῶν ἐν τῷ περιπολίῳ τῆς θεοῦ καὶ τῶν σύνεγγυς παῖδας καθ’ ἕκαστον [ἐνιαυτὸν] καὶ αὐτοὺς ᾄσοντας τὸν συνήθη ὕ- | |
| μνον τῇ θεῷ, καθὼς ἄνωθεν ἐγείνετο, ἔχοντα ἐξουσίαν καὶ κατὰ τῶν πατέρ[ων αὐτ]ῶν καὶ κατ’ αὐτῶν τῶν παίδων, ἐὰν οἱ | |
| μὲν πατέρες μὴ παρέχωσιν αὐτοὺς πρὸς τὴν ὑμνῳδίαν καὶ εὐσέβειαν, [οἱ δὲ π]αῖδες μὴ προσεδρεύωσιν, διὰ εἰσανγε- | |
| λίας ἢ ἄλλης ἧς ἂν βούληται ποιοῦντα, διδόντος τοῦ ἱερέως καὶ τ[οῦ ῥαβδού]χου εὐνούχου τὰ ὀνόματα | |
| 20 | τῶ[ν παίδων] ἐνγράφως διὰ τῆς βουλῆς, καθὼς καὶ ἐπὶ τῶν ἐν τῇ πό[λ]ι α[ἱρεθέντων προη]γόρευται· ἐὰν δέ τι τούτων ὁ ἱερεὺς |
| ἢ ὁ [εὐνοῦχος] μὴ ποιήσῃ, ἐνόχους αὐτοὺς εἶναι τοῖς αὐτοῖς οἷς καὶ [αὐτοὺς τοὺς παῖ]δας· τὸν δὲ τῶν παίδων με- | |
| [τέχοντα τῆσδ]ε τῆς ὑμνῳδίας, ἐν[κριθέντα] εἰς τοὺς ἐφήβους [—] τῆς πόλεως [φέροντα] | |
| ἰκόνα γραπτὴν ἔχουσαν τὸ ὄνομα πα[τρὸς] | |
| αὐτοῦ· καὶ τὸν μὲν παιδονόμον ἀναγράψαι [τόδε] | |
| 25 | τὸ ψήφισμα ἐν τῷ προνάῳ τοῦ Σεραπίου ἐ[ν τῇ] |
| παιδικῇ, τὸν δὲ ἱερέα τῆς θεοῦ ἀναστῆσαι σ[τήλην] | |
| λιθίνη<ν> ἔχουσαν ἀναγεγραμμένα τὰ διαφέ[ρον]- | |
| τα τοῦ ψηφίσματος ἐν τῷ ἱερῷ τῆς θεοῦ. ἀνα- | |
| γραφῆναι δὲ τὸ ψήφισμα ἐν τῇ ἐξέδρᾳ τοῦ βουλευ- | |
| 30 | τηρίου ἐν δεξιᾷ πρὸς τὴν αἰώνιον διαμονὴν τῆς |
| εὐσεβίας τῶν θεῶν, τὸ δὲ ἀνάλωμα τῆς ἐπιγρα- | |
| φῆς ἐξοδιασθῆναι ὑπὸ τῶν ἐπιστατῶν τοῦ βουλε[υ]- | |
| τηρίου. |