[Hiereus] inscription of Pu(blius) Ael(ius) [Hekatomn]os
Phaidros Ko(liorgeus) and [Apphias Tryphaina Drakontis
Hie(rokometis)]; 2e/3b; found at Panamara: Cousin, BCH 28, 1904,
260-261, no. 86, ll. 7-17; BE 1906:48; Laumonier, BCH 61, 1937,
276, no. 109 and note 1; *IStratonikeia 245.
[ ]
IStr 245
1 | [ἱερεὺς ἐξ ἐπανγελίας Πό(πλιος) Αἴλ(ιος), Πο(πλίου) Αἰλ(ίου) Φαίδρου υἱός, Σεργία, Ἑκατόμν]ως ὁ καὶ Φαῖδρος Κο(λιοργεύς), ἱέ- |
[ρεια Ἀπφιὰς Ἀπολλωνίδου Τρύφαινα ἡ καὶ Δρακοντὶς Ἱε(ροκωμῆτις), πάντα ποιήσαντες] καὶ τὰ πρὸς τὸν θεὸν εὐσε- | |
[βῶς καὶ τὰ πρὸς τοὺς ἀνελθόντας φιλοτείμως διὰ παντός, ἀποδόντες δὲ κ]αὶ τὰ δεῖπνα καῖ τοῖς βουλη- | |
[θεῖσιν πᾶσι θύσαντες ἀκωλύτως ἐχαρίσαντο καὶ τὰ τῶν θυσιῶν ἱερά,] καὶ ἐγυμνασιάρχησαν τήν | |
5 | [τε παράληψιν τοῦ στεφάνου καὶ τὰς ιʹ τῶν Παναμαρείων ἡμέρας] δι’ ὅλης νυκτὸς καὶ ἡμέρας, |
[θέντες τὸ ἔλαιον ἀκωλύτως πάσῃ τύχῃ καὶ ἡλικίᾳ ἐντοπίων καὶ] ξένων καὶ ταῖς γυναιξίν, θέν- | |
[τες δὲ καὶ οἰνάνθην — ὑπεδέξαντο δὲ τὰ ἐπ]ιδημήσαντα ἀκροάματα | |
[— τοὺς παραγενομ]ένους, ἐποίησαν δὲ καὶ τὰς δη- | |
[μοθοινίας καὶ τὰς ἑστιάσεις ἐπαξίως τῆς τῶν γονέων καὶ προγό]νων δόξης· συνφιλοτειμου- | |
10 | [μένων Πο(πλίου) Αἰλ(ίου) Ἑκατόμνωος τοῦ υἱοῦ αὐτῶν, καὶ — τῆς μη]τρὸς τῆς ἱερείας καὶ Ἀπολλω- |
[νίδου τοῦ πατρὸς τῆς ἱερείας, καὶ — τοῦ ἀδελφοῦ τῆς ἱερείας καὶ Μυω]νίδου τοῦ θείου τῆς ἱερείας. |