[ ]
Att. — non-stoich. — c. 320/19 — IG II² 399 Add. (pt. 1.2 p. 660)
[— — — — — — — — — — — — — — ῶν]- | |
1 | ος [ἑν]δεκ[άτηι, — — — — — — — —] |
πρυτανεία[ς· τῶν προέδρων ἐπεψή]- | |
φιζ̣εν Πάμφιλος Φι[λαΐδης καὶ συμ]- | |
πρόεδροι· Δημάδης Δη[μέου Παιαν] | |
5 | εἶπεν· ἐπειδὴ πρότερό[ν τε οἱ πρό]- |
γ̣ονοι οἱ Εὐρυλόχου Κ̣ι̣[— — — — καὶ] | |
Ἀκέσανδρος φίλοι ὄντε[ς καὶ εὖνοι] | |
τῆι πόλει πολλὰ καὶ μεγάλ[α εὐεργέ]- | |
τησαν τὸν δῆμον τὸν Ἀθ[ηναίων] | |
10 | καὶ νῦν Εὐρύλοχος πατ[ρικὴν ἔ]- |
χων εὔνοιαν πρὸς τὸν δῆ[μον τὸν] | |
Ἀθηναίων διατελεῖ χρή[σιμος ὢν] | |
καὶ κοινεῖ καὶ ἰδίαι τοῖς [ἀφικνου]- | |
μένοις Ἀθηναίων εἰς Κυδ[ωνίαν] | |
15 | καὶ πολλοὺς Ἀθηναίων λ[υτρωσά]- |
μενος ἐκ Κρήτης ἀπέστ[ειλε τοῖς] | |
αὑτοῦ ἀναλώ̣μασιν καὶ [αἴτιος ἐ]- | |
γένετο τοῦ σωθῆναι ἐ[κ τῶν πολ]- | |
[εμίω]ν εἰς τὴν ἰδίαν, συν— — — |