Decree of ekklesie of polis of Mylasa confiscating
property of Arlissis Thyssollou for plotting against Maussollos,
with curse for violators; 367/366 BC; found at Mylasa: CIG 2691.c
+ p. 473; LW 377; Froehner, ILouvre no. 96.A; Bechtel, Inschr.
ion. Dial. no. 248.a; Michel 471.I; SGDI 5753.a; Schwyzer, DGEEP
746.A; Syll2 107 (non vidi); Syll3 167, ll. 1-16; Tod II
no. 138, ll. 1-16; *IMylasa 1 (PH) + II p. 7.
[ ]
IMyl 1 + II p. 7
| 1 | ἔτει τριηκοστῶι καὶ ἐνάτωι Ἀρταξέρξευς βασιλεύ- |
| οντος, Μαυσσώλλου ἐξαιθραπεύοντος· ἔδοξε | |
| Μυλασεῦσιν ἐκκλησίης κυρίης γενομένης, καὶ ἐπε- | |
| κύρωσαν αἱ τρεῖς φυλαί· ἐπειδὴ Ἀρλισσις Θ̣υσσωλλου | |
| 5 | ἀποσταλεὶς ὑπὸ Καρῶν πρὸς βασιλέα παρεπρέσ- |
| βευσε καὶ ἐπεβούλευσε Μαυσσώλλωι ὄντι εὐεργέτηι | |
| τῆς πόλεως τῆς Μυλασέων καὶ αὐτῶι καὶ τῶι πατρὶ | |
| Ἑκατόμνωι καὶ τοῖς προγόνοις τοῖς τούτων, καὶ βασιλεὺς | |
| ἀδικεῖν καταγνοὺς Ἀρλισσιν ἐζημίωσε θανάτωι· | |
| 10 | πρᾶξαι καὶ τὴν πόλιν τὴν Μυλασέων περὶ τῶν |
| κτημάτων ἐκείνου κατὰ τοὺς νόμους τοὺς πατρίους· | |
| καὶ πρόσθετα ποιήσαντες Μαυσσώλλωι ἐπαρὰς | |
| ἐποιήσαντο περὶ τούτων μήτε προτιθέναι ἔτι | |
| παρὰ ταῦτα μηδένα μήτε ἐπιψηφίζειν· εἰ δέ τις | |
| 15 | ταῦτα παραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αὐτὸν |
| καὶ τοὺς ἐκείνου πάντας. |