Honorary inscription in elegiacs for athlete Aristomachos, on base; imperial; found at Magnesia Mai.: *IMagnesia 181 + p. 296; Moretti, Iscriz. agon. 71.b; SEG 14, 737; Peek, Zeitschrift Halle-Wittenberg 9, 1960, 200-201 (non vidi); SEG 19, 664.  
[ ] IMagn 181 + p. 296
1 τῶν ἀπὸ Μαιάνδρου Μάγνης
παῖς πανκρατιαστής  τούσδε
κλυτοὺς ἀέθλους ἔσχον Ἀριστόμαχος·
πρῶτα μὲν ἐν Πείσῃ Ζηνὸς κοτι-
5 νηφόρον ἆθλον,  δεύτερον Αὐ-
σονίδην φηγὸν ἀκειρεκόμην,
εἶτα Νέας πόλεως στέφος εὐκλεές,
αὐτὰρ ἔπειτα  Ἄκτια καὶ Νεμέης
ἆθλα λεοντοβότου  καὶ Παναθη-
10 ναίων ἱερὸν στέφος, Ἀσίδι κοινοὺς
Σμύρναν ἐϋκτιμένην Πέργαμον
εὐκτέανον  Σπάρτῃ ἐνὶ ζαθέῃ,
Λακεδαίμονος ἔνθ’ ἵνα τύρσις,
ἐστεφόμην ἄεθλον κύδιμον
15 Οὐράνια  Ἴσθμια δίς, παίδων μὲν
ἅπαξ, τὸ δ’ ἅπαξ ἀγενείων· καὶ τί γάρ;
ἐν σταδίοις πᾶσιν ἄλειπτος ἔφυν.
Search Help
Contact Us