Letter of younger King Antiochos (i.e., son of Antiochos III) to boule and demos of Magnesia (Mai.) concerning Leukophryena; c. 205 BC; found at Magnesia Mai.: *IMagnesia 19 + p. 295; **Wilhelm, JÖAI 4, 1901 Beibl. 25 (l. 21); **OGIS 232 (ll. 18); Welles 32.  
[ ] IMagn 19 + p. 295
1 βασιλεὺς Ἀντίοχος Μαγνήτων
τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· Δη-
μοφῶν καὶ Φιλίσκος καὶ Φέρης οἱ πα-
ρ’ ὑμῶν πεμφθέντες πρὸς τὸν πατέ-
5 ρα θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖλαι
τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισται
ὁ δῆμος συντελεῖν διὰ πενταετη-
ρίδος τῆι ἀρχηγέτιδι τῆς πόλεως
Ἀρτέμιδι Λευκοφρυηνῆι ἀπέδωκαν
10 καὶ τὸ πρὸς ἐμὲ ψήφισμα καὶ διελέχθη-
σαν μετὰ σπουδῆς ἀκολούθως τοῖς
ἐν τούτωι κατακεχωρισμένοις παρα-
καλοῦντες ἀποδέξασθαι στεφανί-
την ἰσοπύθιον τὸν ἀγῶνα ὃν τίθετε τῆι
15 θεᾶι.  ἔχοντος οὖν τοῦ πατρὸς περὶ
τοῦ δήμου τὴν φιλανθρωποτάτην δι-
[άλη]ψ̣ι̣ν καὶ ταῦτα ἀποδεδεγμένου, θέ-
[λων κ]αὶ αὐτὸς ἀκολουθεῖν τῆι προαιρέ-
[σει αὐτ]οῦ, νῦν τε ἀποδέχομαι τὰς ἐψη-
20 [φισμένα]ς̣ ὑφ’ ὑμῶν τιμὰς τῆι θεᾶι καὶ
[εἰς τὸ λ]ο[ιπ]ὸ̣ν πειράσομαι κατακολουθῶν
[τῆι τοῦ π]α[τρ]ὸς ὑφηγήσει συναύξειν ὑμῖν
[ἐν οἷς ἂ]ν π[αρ]α̣καλῆτε ἢ καὶ αὐτὸς ἐπινοῶ.
ἔρρωσθε.
Search Help