Letter of King Antiochos (III) to boule and demos of Magnesia (Mai.) concerning Leukophryena; 205 BC; found at Magnesia: *IMagnesia 18 (PH, part); OGIS 231; **Welles 31 (l. 6).  
[ ] IMagn 18
1 βασιλεὺς Ἀντίοχος Μαγνή-
των τῆι βουλῆι καὶ τῶι δήμωι χαί-
ρειν· Δημοφῶν καὶ Φιλίσκος καὶ Φέ-
ρης οἱ παρ’ ὑμῶν πεμφθέντες πρὸς
5 ἡμᾶς θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖ-
λαι τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισ-
ται ὁ δῆμος συντελεῖν τῆι ἀρχηγέ-
τιδι τῆς πόλεως Ἀρτέμιδι Λευκοφρυ-
ηνῆι, συμμείξαντες ἐν Ἀντιοχείαι
10 τῆς Περσίδος τό τε ψήφισμα ἀπέδω-
καν καὶ αὐτοὶ διελέχθησαν μετὰ σπου-
δῆς ἀκολούθως τοῖς κατακεχωρισμέ-
νοις ἐν τῶι ψηφίσματι, παρακαλοῦντες
ἀποδέξασθαι στεφανίτην ἰσοπύθιον
15 τὸν ἀγῶνα ὃν τίθετε τῆι θεᾶι διὰ πεν-
[τ]αετηρίδος.  ἔχοντες οὖν ἐξ ἀρχῆς π̣[ερὶ]
τοῦ δήμου τὴν φιλανθρωποτάτην διάλ̣[η]-
ψιν διὰ τὴν εὔνοιαν, ἣν τυνχάνει ἀποδε̣-
δειγμένος ἐμ πᾶσι τοῖς καιροῖς εἴς τε ἡ-
20 μᾶς καὶ τὰ πράγματα, καὶ βουλόμενοι φα-
νερὰν ποιεῖν τὴν ἑαυτῶν προαίρεσιν ἀπο-
δεχόμεθα τὰς ἐψηφισμένας ὑφ’ ὑμῶν τ[ι]-
μὰς τῆι θεᾶι, πρόκειταί τε ἡμῖν συναύξειν
ταῦτα ἐν οἷς ἂν ὑμεῖς τε παρακαλῆτε καὶ
25 αὐτοὶ ἐπινοῶμεν· γεγράφαμεν δὲ καὶ
τοῖς ἐπὶ τῶν πραγμάτων τεταγμένοις,
ὅπως καὶ αἱ πόλεις ἀκολούθως ἀπο-
δέξωνται.  vacat ἔρρωσθε.
Search Help