Honorary decree of boule and demos of Magnesia (Mai.) for Archelaos Airopou Makedon, giving him proxeny; III1; found at Magnesia Mai.: *IMagnesia 5; **Wilhelm, JÖAI 4, 1904 Beibl. 21-22 (ll. 7, 16, 29).  
[ ] IMagn 5
1 πρυτανεύοντος Ἀθηνοκρί-
του μηνὸς Ἀρτεμισιῶν[ος]
δεκάτηι ἀπιόντος, φυλῆς πρ̣ο-
εδρευούσης Σελευκίδος, προ[έ]-
5 δρων ἐπιστατοῦντος Ἀντι[ό]-
]ου το̣ῦ Ἀρτεμιδώρου, [γ]ραμμα-
τεύοντος Ἡγησίου τοῦ Φιλοκρ[ά]-
τους, ἐκκλησίας νομαίας κυρί-
ας γενομένης ὑπὲρ ἑξακοσίων·
10 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Κλεάναξ Λεόντιος εἶπεν· ἐπειδὴ
Ἀρχέλαος Ἀιρόπο[υ] Μ[α]κ̣ε̣δὼν εὔ-
νους καὶ π[ρ]όθυμός ἐστιν [πε]ρὶ τὸν
δῆμον τὸμ Μαγνή[τ]ων [κ]αὶ κοινῆι
15 καὶ ἰδίαι τ[ο]ῖς ἐντυγχάνο̣υσι τῶμ πο-
λιτῶν, εἰς ὅτι? ἂμ παρακαλῆται, τὰς
χρείας παρέχεται, [δε]δόχθαι τῆι βου-
λ[ῆ]ι καὶ τῶι δήμωι, [ἐ]παιν[έσ]αι μὲν
Ἀρχ̣έλαον ἀρε[τ]ῆς ἕνεκ[α κ]αὶ εὐνοία[ς]
20 [ς] ἔχων διατελεῖ περὶ τὸν δῆμον
τὸμ Μαγνήτων, δεδόσθαι δ’ αὐτῶι̣
προξενίαν καὶ πολιτεία[ν] καὶ ἔγκτη-
σιν πάντων καὶ ἔφοδον ἐπὶ τὴμ βου-
λὴν καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ
25 ἱερά, ὑπάρχειν δὲ αὐτῶι καὶ εἰσαγω-
γὴν καὶ ἐξαγωγὴν καὶ ἐμ πολέμωι καὶ
ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δ’
αὐτῶι καὶ ἱερῶν μετοχὴν ὧν ἄν καὶ οἱ
ἄλλοι Μάγνητε̣ς μετέχω[σ]ιν, [τ]α[ῦ]τα δὲ? ὑ-
30 [π]άρχειν αὐτ[ῶ]ι καὶ ἐκγόνοις, ἀν[αγ]ράψαι
δὲ̣ τὸ ψήφισμα τόδε εἰστή[λη]ν λιθίνην
καὶ στῆσαι [ἐν τ]ῷ ἱε[ρῶι] τῆς Ἀ̣ρ̣τέμιδ[ος·]
εἰς δὲ τὸ ἀνάλωμα τὸν ταμία[ν τ]ὸ <μ>έρος̣
ὑπηρετῆσαι· ἐπικληρῶσα[ι] δ’ αὐ[τὸ]ν καὶ εἰ[ς] φυ-
35 [λ]ὴν ἣν ἂν αὐτὸς βούληται· ἔ[λ]αχε φυλὴ Διάς.
Search Help
Contact Us