Honorary decree of demos (of Magnesia Mai.) for
Apollophanes Apollophanou, authorizing setting up new statue of
him in theater, in honor of his role in building theater, on
base; IIb; found at Magnesia Mai.: Hiller, MDAI(A) 19, 1894, 10,
no. 2; Michel 487; *IMagnesia 92.b; **Holleaux, REA 5, 1903,
219-220 (ll. 0, 2, 5); **Migeotte, L’emprunt public no. 91 (ll.
1, 6).
[ ]
IMagn 92b
| 0 | [— ἐπειδὴ — Ἀπολλοφάνης Ἀπολλοφάνου τὸ θέατρον? κατεσκεύα]- |
| σεν μετὰ τοῦ σ[υ]ν̣αποδειχθέντος αὐτῶι ἐπὶ τῆς κατασκ[ευῆς Μαιανδρίου τοῦ] | |
| Δημητρίου προεισενέγκας τὸ ἀργύριον ἄτοκον καθότι ἐπήγγε[ίλατο· μετὰ δὲ ταῦ]- | |
| τα ἐγλιπόντος αὐτοῦ τὸμ βίον καὶ μετὰ τὴν ἐκείνου τελευτὴν μεταλλάξ[αν]- | |
| τος καὶ Μαιανδρίου, συντελεῖ Δημήτριος ὁ υἱος ὁ Ἀπολλοφάνου, ἀδελφιδοῦ[ς δὲ] | |
| 5 | Μαιανδρίου, βουλόμενος ἐπὶ τέλος ἀγαγεῖν τὴν ἐπαγγελίαν τοῦ πατρός̣, [ἃ ὑπέ]- |
| σχετο τῶι δήμωι, προεισφέρων τὸ ἀργύριον ἄτοκον κατὰ τὴν τοῦ πατρὸς [ἀναδο]- | |
| χήν· ἵνα οὖν ἥ τε τοῦ δήμου μεγαλοψυχία καὶ εὐχαριστία πᾶσιν ἦι φανερ[ὰ τοῖς] | |
| καλοῖς καὶ ἀγαθοῖς τῶν ανδρῶν καὶ φιλοδοξεῖν αἱρουμένοις καὶ Ἀπολλοφ[ά]- | |
| νης ἀξίως τιμηθῆι τῶν εἰς τὸν δῆμον εὐεργεσιῶν, δεδόχθαι τῶι δήμωι· | |
| 10 | ἐπῃνῆσθαι μὲν Ἀπολλοφάνην Ἀπολλοφάνου ἐπὶ τῆι προαιρέσει ἣν ἔσχεν |
| εἰς τὴμ πατρίδα, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῶι ἐπιφανεστάτωι | |
| τόπωι τοῦ θεάτρου καὶ εἰσκηρύσσεσθαι αὐτὸν ἐν τοῖς ἀγῶσιν καθότι καὶ οἱ | |
| ἄλλοι εὐεργέται· τὸ δὲ ἀνάλωμα τὸ ἐσόμενον εἰς τὴν εἰκόνα ὑπηρετῆσα̣ι Δημή- | |
| τριον ἐκ τῶν πόρων τῶν ἀποτεταγμένων εἰς τὴν κατασκευὴν τοῦ θεάτρου | |
| 15 | τῶμ προσεψηφισμένων· τοὺς δὲ ἄρχοντας ποιῆσαι ψηφοφορίαν κατὰ τὸν νόμο[ν] |
| [κ]αὶ πάντων συντελεσθέντων ὧν ὁ νόμος ἀγορεύει οὕτω κύρια εἶνα[ι τὰ] ἐψηφισμέ- | |
| να· τὸ] δὲ ψήφισμα τόδε ἀναγραφῆναι εἰς τὴμ βάσιν τῆς εἰκόνος τῆς Ἀ[πο]λλοφάνου, | |
| λελύσθαι δὲ καὶ εἴ τι ψήφισμά ἐστιν ἐναντίον τῶιδε τῶι ψηφίσματι κα[τ’ αὐ]τὸ τοῦτο κ̣α̣- | |
| θ’ ὅ ἐστιν ἐναντίον. ψῆφοι ἐπηνέχθησαν δισχίλιαι ἑκατὸν δεκατρεῖς. |