Decree of Korkyra accepting invitation of Magnesia Mai. to Leukophryena and giving honors to thiaroi from Magnesia Mai. and to Magnesia Mai., with subscript listing Orikos as voting likewise; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 44; **Wilhelm, JÖAI 4, 1901 Beibl. 26 (l. 41); **Holleaux, REA 3, 1901, 123 (ll. 42-43).  
[ ] IMagn 44
1 παρὰ Κορκυραίων·
ἐπὶ πρυτάνιος Ἀνθρωπίσκου μηνὸς Φοινικαίου ἁμέραι πέμπτα<ι>
ἐπ’ εἰκάδι, προστάτας προβούλων Μνάσων Στράτωνος· ἀγαθᾶι τύχαι·
ἐπειδὴ ἁ πόλις ἁ τῶμ Μαγνήτων πρὸς τῶι Μαιάνδρωι ὑπαρχούσας
5 οἰκειότατος αὐτᾶι ποτὶ τὰν πόλιν τῶγ Κορκυραίων θυσίαν τε ποιεῖν ἐψά-
φισται κατὰ τὰν τοῦ Ἀπόλλωνος μαντείαν τᾶι Ἀρτέμιτι τᾶι Λευκοφπυη-
νᾶι καὶ πανάγυριν διὰ πενταετηρίδος καὶ ἀγῶνα μουσικὸν καὶ ἱππικὸν
καὶ γυμνικὸν στεφανίταν ἰσοπύθιον ταῖς τιμαῖς καὶ ἀπέσταλκε πρεσ-
βευτὰς καὶ θιαροὺς Σωσικλῆ{ι} Διοκλέος, Ἀριστόδαμον Διοκλέος,
10 Διότιμον Μηνοφίλου, οἳ ποτελθόντες ποτὶ τὰν ἐπείσκλητον τό τε ψά-
φισμα ἀπέδωκαν τὸ παρὰ Μαγνήτων καὶ ἀπελογίξαντο τάν τε τᾶς θε-
ᾶς ἐπιφάνειαν καὶ τὰν ὑπάρχουσαν οἰκειότατα ταῖς πόλεσιν καὶ τὰς
γεγενημένας ὑπὸ τῶν προγόνων αὐτῶν εὐεργεσίας εἴς τε τὸ ἱερὸν τὸ ἐν
Δέλφοῖς καὶ εἰς τοὺς Ἕλλανας διά τε τῶν τοῦ θεοῦ χρησμῶν καὶ δία τῶν
15 ποιητᾶν καὶ διὰ τῶν ψαφισμάτων τῶν ὑπαρχόντων αὐτοῖς παρὰ ταῖς πό-
λεσιν καλῶν καὶ ἐνδόξων, παρεκάλουν τε καὶ ὤιοντο δεῖν παραδεξαμέ-
νους, καθὼς καὶ αἱ πόλιες αἱ Ἑλλανίδες, μετέχειν τᾶς τε θυσίας
καὶ τοῦ ἀγῶνος καὶ ἀποστέλλειν θιαρούς, ἐπεί κα ἑκαστάκις ὁ χρόνος περι-
ίκῃ τᾶς π[ε]νταετηρίδος, τοὺς κοινωνησοῦντας τᾶς τε θυσίας καὶ τῶν λοι-
20 πῶν τιμίων παρ’ αὐτοῖς, δεδόχθαι τοῖς Κορκυραίοις· παραδέξασθαι
τάν τε θυσίαν καὶ τὸν ἀγῶνα τᾶς Ἀρτέμιτος τᾶς Λευκοφρυηνᾶς στεφα-
νίταν ἰσοπύθιον ταῖς τιμαῖς, ὃν τίθητι ἁ πόλις ἁ τῶν Μαγνήτων, καὶ τοῖς
νικῶσι τῶν πολιτᾶν τὰς αὐτὰς εἶμεν τιμὰς παρὰ τᾶς πόλιος, ἃς καὶ τοῖς
τὰ Πύθια νικῶσιν· ἀποκρίνασθαι δὲ τοῖς πρεσβευταῖς καὶ θιαροῖς διότι
25 ἁ πόλις ἁ τῶν Κορκυραίων αὐτά τε τιμῶσα διατελεῖ τὰν Ἄρτεμιν θυσίαις,
καθὼς αὐτᾶι πάτριόν ἐστιν, καὶ Μάγνησι δὲ τοῖς παρακαλοῦσιν ἐπὶ ταῦτα
προθύμως ἐπακολουθεῖ καὶ συναύξει τὰς τιμὰς τὰς ποτιγινομένας τᾶι
θεῶι· ὅπως δὲ καὶ οἱ θιαροὶ αἱρεθῶντι καὶ ἀποσταλῶντι εἰς τ[ὸ]ν καιρὸν τὸν
δέοντα π̣ροβούλους τοὺς γενομένους ἐν ἀρχᾶι κατὰ τὸν χρόνον τὸν συνίκον-
30 τα ἐπιμεληθῆμεν ὡς ἂν ἀποσταλῶντι, εἴ κα δυνατὸν ἦι τᾶι πόλει, δόμεν δὲ τοῖς
τε νῦν πα̣ροῦσι θιαροῖς ἱερεῖον ἐνίστιον τέλειον καὶ ἐκέχειρον εἴς τε τὰν θυσί-
αν καὶ τἆλλα τὰ νομιζόμενα ἀργυρίου Κορινθίου δραχμὰς ἑκατὸν πεντήκον-
τα, [ἐ]πεί κα τὰν ἐπαγγελίαν τοῦ ἀγῶνος ποιήσωνται, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις
ἀεὶ τοῖς παραγινομένοις, περὶ δὲ πάντων τούτων γράψαι τοὺς αἱρημένους
35 νομοθέτας καὶ κατατάξαι ἐς τοὺς ἱεροὺς νόμους· εἶμεν δὲ αὐτῶν τάν τε
πόλιν̣ καὶ τὰγ χώραν ἱερὰν καὶ ἄσυλον κατὰ τὸν τοῦ θεοῦ χρησμόν· ἐπαινέ-
σ̣αι [δὲ] καὶ τὸν ἀρχιθέωρον Σωσικλῆ{ι} καὶ τοὺς θιαροὺς Ἀριστόδαμον,
[Διότι]μον εὐσεβείας ἕνεκεν τᾶς εἰς τὰν θεὸν καὶ τᾶς εἰς τὰν πατρίδα
[φι]λοτιμίας, ὑπάρχειν δὲ καὶ προξενίαν αὐτοῖς καὶ ἐκγόνοις, καλέσαι δὲ κα[ὶ]
40 [αὐτοὺς] ἐν τὸ πρυταν̣εῖον, εἶμεν δὲ καὶ θιαροδόκον Κλείδικον Ἀλεξικλέ[ος]
[τὸν ὑποδε]ξούμε̣[νον τὰς ἀ]εὶ παρ[αγιν]ομένας θιαρίας παρὰ Μαγνήτων, τ[ὸ]
δὲ ψάφι̣σ̣μ̣[α ἀναγραφὲν ἐν στάλα]ν ἀναθέμεν πρὸ τοῦ πρυτανείου, τὸ δὲ̣
[εἰς τὰ προγεγραμμένα? γε]ν̣όμενον ἀνάλωμα εἴς τε τὰν κατα[σκευὰν τᾶς στάλας?]
[—]
45 [ἀ]κολ̣ού̣[θ]ως̣ [δ]ὲ ἔ[δοξεν ψηφίσασθαι καὶ
[ρ]ικ[οις.]
Search Help
Contact Us