Decree of ekklesia of Korinthos accepting invitation of
Magnesia Mai. to Leukophryena and giving privileges to Magnesia
Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 42.
[ ]
IMagn 42
| 1 | πρεσβευτᾶ παραγενομένου καὶ θεωροῦ παρὰ τοῦ δά- |
| μου τῶμ Μαγνήτων ἐπὶ Μαιάνδρου Λαμπέτου | |
| τοῦ Πυθαγόρου καὶ ἀποδόντος τὸ ψάφισμα καὶ διαλεγο- | |
| μένου ἀκολούθως τοῖς ἐν τῶι ψαφίσματι καταγεγραμ- | |
| 5 | μένοις καὶ ἀνανεουμένου τὰν οἰκεότατα καὶ φιλίαν τὰν |
| προϋπάρχουσαν καὶ παρακαλοῦντος ἀποδέξασθαι | |
| τὰν πόλιν τῶν Κορινθίων τὰν θυσίαν καὶ τὰν ἐκεχειρί- | |
| αν καὶ τοὺς ἀγῶνας, οὓς τίθητι ἁ πόλις ἁ τῶν Μαγνήτων | |
| τᾶι Ἀρτέμιτι τᾶι Λευκοφρυηνᾶι τόν τε μουσικὸν καὶ τὸν | |
| 10 | γυμνικὸν καὶ ἱππικὸν ἰσοπύθιον· ἔδοξε τᾶι ἐκκλησί[αι·] |
| ἀποδέξασθαι τὰν ἐκεχειρίαν καὶ τοὺς ἀγῶνας ἰσοπυ- | |
| θίους, καθὰ παρακαλεῖ, καὶ δόμεν ἐνεκέχηρον καὶ ἐνέσ- | |
| τιον καὶ ξένια τῶι ἐπαγγέλλοντι, ἃ καὶ αὐτοὶ δίδοντι τοῖς | |
| τὰ Ἴσθμια ἐπαγγέλλουσι· δεδόχθαι δὲ καὶ τὰν πὸλιν καὶ | |
| 15 | τὰν χώραν αὐτῶν ἱερὰν καὶ ἄσυλον εἶμεν κατὰ τὸν χρησ- |
| μὸν τοῦ θεοῦ κατὰ τὸ ψάφισμα, ὃ ἀπέδωκεν τᾶι πόλει, | |
| ἑλέσθα[ι] δὲ καὶ θεαροδόκον· ἁιρέθη Πανταίνετος Μν[α]σικλείδα. |