Decree of boule of Athens accepting invitation of Magnesia
Mai. to Leukophryena and honoring theoroi from Magnesia Mai.;
IIIe/IIb; found at Magnesia Mai.: *IMagnesia 37.
| 1 | [— ἄρ]χοντος ἐ̣π̣ὶ τῆ[ς Ἱππ]οθωντίδος πέμ- |
| [πτης πρυτανεία]ς· Ἀρχικλῆ[ς Χ]αριδήμου Ἐρχιεὺς ἐγραμ- | |
| [μάτευε· βου]λῆς ψήφισμα̣· Πυανοψιῶνος ἕκτει ἱσταμένου· | |
| [ἑβ]δόμε[ι] τ̣ῆς πρυτανείας· βουλεῖ ἐμ βουλευτηρίωι· τῶμ προ- | |
| 5 | έδρων ἐπεψήφιζεν Εὔβιος Νικάνορος Φαληρεὺς καὶ συμπρό- |
| εδροι· Ἀγαθοκλῆς Διοφάνου Δεκελεεὺς εἶπεν· ἐπειδὴ Μάγνη- | |
| τες οἱ ἐπὶ Μαιάνδρωι οἰκεῖοι καὶ φίλοι τοῦ δήμου τοῦ Ἀθηναί- | |
| ων ὄντες ψηφισάμενοι θυσίαν καὶ ἀγῶνα στεφανίτην ἰσο- | |
| πύθιον μουσικὸν καὶ ἱππικὸν καὶ γυμνικὸν συντελεῖν | |
| 10 | τεῖ ἀρχηγέτιδι τῆς πόλεως αὐτῶν Ἀρτέμιδι Λευκοφρυηνῆι |
| ἀφεστάλκασιν θεωροὺς Ἀπολλοφάνην Αἰσχύλου, Εὔβουλον | |
| Ἀναξαγόρου, Λυκομήδην Χαρισίου οἳ προσελθόντες πρὸς | |
| τὴν βουλὴν καὶ τὸν δῆμον ἀνενεώσαντο τήν τε προϋπάρχου- | |
| σαν ταῖς πόλεσιν οἰκειότητα καὶ φιλίαν καὶ ἀπολογισά- | |
| 15 | μενοι τὴν τῆς θεᾶς ἐπιφάνειαν παρεκάλεσαν μετὰ |
| πάσης σπουδῆς καὶ φιλοτιμίας ἀποδέξασθαι τὸν ἀγῶ- | |
| να στεφανίτην ἰσοπύθιον, ὃν τιθέασιν τεῖ Ἀρτέμιδι τεῖ | |
| Λευκοφρυηνεῖ, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱε- | |
| ρὰν καὶ ἄσυλον ἀποδεῖξαι, καθότι αὐτοῖς καὶ ὁ θεὸς ὁ ἐν Δελ- | |
| 20 | φοῖς ἔχρησεν· ἵνα οὖν καὶ ὁ δῆμος φανερὸς ἦι ἐμ παντὶ και- |
| ρῶι τιμῶν τὸ θεῖον καὶ τὴν οἰκειότητα καὶ τὴμ φιλί- | |
| αν τηρῶν τὴμ πρὸς Μάγνητας, ἀγαθεῖ τύχει δεδόχθαι | |
| τεῖ βουλεῖ, τοὺς προέδρους οἳ ἂν λάχωσιν εἰς τὴν ἐπιοῦ- | |
| σαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ | |
| 25 | ξυμβαλέσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τ[ε]ῖ βουλεῖ |
| δέχεσθαι τὸν δῆμον καὶ νῦν καὶ εἰς τὸμ μετὰ ταῦτα χρό- | |
| νον τάς τε σπονδὰς καὶ τὰς θυσίας καὶ τὸν ἀγῶνα ὃν τιθέ- | |
| ασιμ Μάγνητες τεῖ Ἀρτέμιδι τεῖ Λευκοφρυηνεῖ στεφανί- | |
| την ἰσοπύθιον, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱερὰν | |
| 30 | καὶ ἄσυλον εἶναι κατὰ τὰς τοῦ θεοῦ μαντείας, ἐπαινέ- |
| σαι δὲ καὶ τὸν δῆμον τὸμ Μαγνήτων καὶ στεφανῶσαι | |
| θαλλοῦ στεφάνωι εὐσεβείας ἕνεκεν, ἐπαινέσαι δὲ καὶ | |
| τοὺς παραγεγονότας θεωροὺς Ἀπολλοφάνην Εὔβου- | |
| λον Λυκομήδην καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλ- | |
| 35 | λοῦ στεφάνωι εὐσεβείας ἕνεκεν τῆς εἰς τὴν θεὰν καὶ |
| τῆς εἰς τὴν πατρίδα φιλοτιμίας, καλέσαι δὲ αὐτοὺς καὶ | |
| ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον εἰς αὔριον, ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν ἐν | |
| στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι, τὸ δὲ γινό̣με- | |
| 40 | νον ἀνήλωμα εἰς τὴμ ποίησιν τῆς στήλης καὶ τὴν ἀνάθε- |
| σιν μερίσαι τὸν ταμίαν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει. |