Decree of boule and demos of Antiocheia P[ersidos]
accepting invitation of Magnesia Mai. to Leukophryena and giving
honors to Magnesia Mai. and theoroi from Magnesia Mai., with
subscript listing cities voting likewise; IIIe/193 BC; found at
Magnesia Mai.: *IMagnesia 61 + p. 295; **OGIS 233 (ll. 13, 45,
55-56, 59, 64, 65, 67-73, 79-80, 82, 86-87, 88, 89, 93, 94-95);
**SEG 4, 504 (l. 111); **Robert, Laodicée 330-331 (l. 1);
**Robert, Amyzon 168, note 40 (ll. 74-75); SEG 32, 1148.
[ ]
IMagn 61 + p. 295
| 1 | [π]αρὰ Ἀντιοχέων τῶν Π[ερσίδος·] |
| [ἐ]πὶ̣ ἱερ̣έως Σελεύκου Νικάτορος καὶ Ἀντιόχου | |
| Σωτ̣ῆρος καὶ Ἀντιόχου Θεοῦ καὶ Σελεύκου Καλλινί- | |
| κου καὶ βασιλέως Σελεύκου καὶ βασιλέως Ἀντιόχου | |
| 5 | καὶ τοῦ υἱοῦ αὐτοῦ βασιλέως Ἀντιόχου Ἡρακλείτου |
| τοῦ Ζωέους τῆς πρώτης ἑξαμήνου· δόγματα ἐκκλη- | |
| σίας κυρίας τὰ ἀπενεχθέντα ὑπὸ Ἀσκληπιάδου τοῦ̣ | |
| Ἑκαταίου τοῦ Δημητρίου τοῦ γραμματέως τῆς βου- | |
| λῆς καὶ τῆς ἐκκλησίας μηνὸς Πανθέου τρίτηι φθίνον- | |
| 10 | τος ἔδοξε τῆι ἐκκλησίαι πρυτάνεων εἰπάντων· ἐπ̣ε̣ι- |
| δὴ Μάγνητες οἱ ἀπὸ Μαιάνδρου συγγενεῖς ὄντες | |
| καὶ φίλοι τοῦ δήμου καὶ πολλὰς καὶ ἐπιφανεῖς χρεί- | |
| ας παρε̣ισ̣χημένο[ι] τ̣ο̣ῖ̣ς̣ [Ἕλλ]ησιν [τῶν εἰς εὐδοξί]- | |
| αν ἀνηκουσῶν πρότ̣ερόν τε Ἀντιόχου τοῦ Σ̣ωτ̣ῆ̣ρ̣ο̣ς̣ | |
| 15 | φιλοτιμο̣[υ]μ̣ένου ἐπα[υξ]ῆσαι τὴμ πόλιν ἡμῶν οὖσαν |
| αὑτοῦ ἐπώνυμον καὶ πέμψαντος πρὸς αὐτοὺς περὶ | |
| ἀποικίας, καλὰ καὶ ἔνδοξα ψηφισάμενοι καὶ εὐχὰς καὶ | |
| θυσίας ποιησάμενοι ἀπέστειλαν ἄνδρας πλήθει | |
| ἱκανοὺς καὶ ἀρετῆι διαφέροντας, σπουδάζοντες | |
| 20 | συναυξῆσαι τὸν τῶν Ἀντιοχέων δῆμον, διατηροῦν- |
| τές τε τὴν πρὸς ἅπαντας τοὺς Ἕλληνας εὔνοιαν | |
| καὶ φανερὸν θέλοντες ποιεῖν, ὅτι πᾶσιν τοῖς προσήκ[ου]- | |
| σιν μεταδιδόασιν σπονδῶν τε καὶ θυσιῶν καὶ τῶν ἄλ- | |
| λων τιμίων τῶν ἀνηκόντων εἰς τὸ θεῖον, ἐγδοθέντος | |
| 25 | αὐτοῖς χρησμοῦ ἀνέδειξαν κατὰ πᾶσαν τὴν Ἑλλά- |
| δα συντελοῦντες τῆι ἀρχηγέτιδι τῆς πόλ̣εως θυσί- | |
| ας καὶ πανήγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα στεφανί- | |
| την διὰ πενταετηρίδος μουσικόν τε καὶ γυμνικὸν | |
| καὶ ἱππικόν, δικαίαν ἀποδιδόντες χάριν τῆι εὐεργέ- | |
| 30 | τιδι, καὶ πρὸς τὸν δῆμον ἀπεστάλκασι πρεσβευτὰς |
| Δημοφ<ῶ>ντα Λυκιδέως, Φιλίσκον Φιλίου, Φέρητ̣α | |
| Φέρητος, οἳ καὶ ἐπ̣ελθόντες ἐπί τε τὴν βουλὴν καὶ | |
| τὴν ἐκκλησίαν ψήφισμά τε ἀπέδωκαν παρὰ Μαγνή- | |
| των καὶ ἀνανεωσάμενοι τὴν συγγένειαν καὶ τὴν φι- | |
| 35 | λίαν ἀπελογίσαντο διὰ πλειόνων τήν τε τῆς θεᾶς ἐ- |
| πιφάνειαν καὶ τὰς χρείας ἃς παρέσχηνται Μάγνητες | |
| πολλαῖς τῶν Ἑλληνίδων πόλεων καὶ παρεκάλουν | |
| ἀποδέξασθαι τὸν ἀγῶνα στεφανίτην ὃν συντελοῦ- | |
| σιν Ἀρτέμιδι Λευκοφρυηνῆι κατὰ τὸν τοῦ θεοῦ χρησμόν· | |
| 40 | ὁ δὲ δῆμος σεβόμενος μὲν τοὺς κοινοὺς θεοὺς αὑτοῦ τε |
| καὶ Μαγνήτων, προαιρούμενος δὲ αὔξειν τ̣ὴν ἑ[αυτοῦ] | |
| εὔνοιαν πρὸς τοὺς συγγενεῖς καὶ ἄλλω̣ν̣ δ̣ὲ̣ π̣όλεω̣ν̣ | |
| [πολλῶν τὰ αὐτὰ π]ρ̣οε̣ψ̣[η]φ̣[ισ]μ̣έν̣ω̣ν̣ [․․․․․․․․18․․․․․․․․]το | |
| ․․σ̣ι̣ν̣ πρὸ π̣α̣ν̣τ̣ὸ̣ς̣ οἴεται δεῖν καιρὸ[ν μηδένα] παρ̣α[λεί]- | |
| 45 | πε[ιν πρέ]ποντα ἐν ὧι [καὶ] καθ’ ἰδίαν ἑκ[άστωι κ]α̣ὶ κοινῆι πᾶ- |
| σιν ἐ[να]π̣οδείξεται τὴ̣ν̣ σπουδὴν ἣ̣[ν ἔχ]ων διατελεῖ | |
| [εἰς τὸ συ]μφέρον τὸ τῶν Μαγνή[των·] ἀγαθῆι τύχη̣[ι·] | |
| [δ]ε[δ]ό[χθα]ι τῆι βουλῆι καὶ τῶι δή̣μ̣ω̣[ι· ἐπαι]ν̣έσαι μὲν Μά- | |
| γ̣ν̣ητας τῆς̣ τε πρὸς τὸ θεῖον εὐσεβείας ἕνεκεν καὶ τῆς | |
| 50 | πρὸς τὸμ βασιλέα Ἀντίοχον φιλίας καὶ εὐνοίας καὶ |
| τὸν δῆμον τὸν Ἀντιοχέων, καὶ δ[ι]ότι τοῖς ἰδίοις ἀγαθ[οῖς] | |
| καὶ τῆι εὐημερίαι [τ]ῆς πόλεως καλῶς χρώμενοι δι[αφ]υ- | |
| λάσσουσιν τὴμ πάτριον πολιτείαν̣, ε̣ὐξασ[θ]αι δὲ τ̣οὺς | |
| ἱερεῖς θεοῖς πᾶσιν καὶ πάσαις, διαμένειν Μ[άγ]ν̣ησιν | |
| 55 | εἰς τ̣ὸ[ν] ἅπαντα χρόνον ἐπὶ τύχη̣ι ἀγαθῆι τὴ[ν] πολε[ιτεί]- |
| αν ἀπ̣[ο]δ̣έ̣ξ̣ασθαι δὲ τὴν θυσίαν καὶ τὴν πανήγυρι[ν] | |
| καὶ τὴν ἐκεχ̣[ειρίαν καὶ τὸν ἀγῶνα στεφανίτην ἰσοπύθιον] | |
| τόν τε μου[σικὸν καὶ γυμνικὸν καὶ ἱππικὸν, ὃν] | |
| συντελοῦ̣[σι Μάγνητες τῆι Ἀρτέμιδι τῆι Λευκοφρυηνῆι] | |
| 60 | διὰ τὸ πάτρ̣ι̣[ον —] |
| φίλων τίμια̣ [—] | |
| καὶ τὰ λοιπὰ ἃ [—] | |
| καὶ τῆι Μαγνήτ̣[ων πόλει —] | |
| καθ’ ἑκάστην [— ἀποστεῖλαι δὲ καὶ θεωροὺς] | |
| 65 | εἰς Μαγν̣ησία̣[ν τοὺς θύσοντας τῆι Ἀρτέμιδι Λευκο]- |
| φρυηνῆι ἐπὶ σωτηρ̣ί̣α̣[ι τοῦ τε βασιλέως καὶ ἀμφοτέρων τῶν] | |
| πόλεων, δίδοσθαι δὲ α[ὐτοῖς καὶ ἐφόδιον ἐκ τοῦ δημοσίου] | |
| ὅσον ἂν ὁ δῆμος ψηφ[ίζηται ἱκανὸν εἶναι καὶ πρέπον] | |
| [τῆ]ι πόλ̣[ει αἱρεῖσθαι δὲ τοὺς θεωροὺς τῆι — τοῦ Ἡρα]- | |
| 70 | κλείου μηνὸς, [ὅταν καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ πολιτικαὶ] |
| σταθῶσιν, τοὺς δὲ [αἱρεθέντας ἀποστέλλεσθαι] | |
| ἀπὸ τῆς ἑστίας τῆς [κοινῆς τοῦ δήμου. τοῖς δὲ παρα]- | |
| γινομένοις θεωροῖ[ς ἐκ Μαγνησίας πρὸς ἡμᾶς δίδοσ]- | |
| θαι ὑπὸ τῶν ταμιῶν ξ̣[ένια ὅσα δἰδο-] καθὰ δίδο]- | |
| 75 | ται καὶ ταῖς παρὰ Ἀρ[τέμιδος τῆς Ἐφεσίας θεωρίαις] |
| συνθυέτωσαν δὲ οἱ θ[εωροὶ — τῆι Ἀρτέμι]- | |
| [δι τῆι Λευκ]ορ̣[ρυ]ηνῆι τὰ [—] | |
| τοῖς δὲ νικῶσιν τῶν̣ [πολιτῶν τὸν ἀγῶνα τῶν Λευκο]- | |
| φρυηνῶν εἶναι τὰς α[ὐτὰς τιμὰς καὶ τὰ φιλάνθρωπα παρὰ] | |
| 80 | τῆς πόλεως καθὰ κ[αὶ τοῖς τὰ Πύθια νικήσασιν ἐκ τῶν] |
| νόμων ὑπάρχει, τὰ α[—] | |
| κου ἐφιέμενοι, πειρώ[μενοι δὲ ἄ]- | |
| γεσθαι τοὺς ἀγῶνας [—] | |
| ε․σε․․ καὶ τῶν παρα[—] | |
| 85 | αἱ τιμαὶ τῶι νικήσαν̣[τι —] |
| καὶ τοὺς πρε̣σβευτὰς [— ἔτα]- | |
| ξεν ὁ ἐπὶ τὴ[ν κ]οινὴν [διοίκησιν ἡιρημένος —] | |
| τοὺς πρυτάνεις ἀεὶ [— κατὰ τὰ ὑπὸ] | |
| τοῦ δήμου ἐ̣[ψ]ηφισμ[ένα — οἱ ἀφι]- | |
| 90 | κνούμενοι παρὰ Μα[γνήτων —] |
| πάση̣ς̣ προεδρ[ία]ς τ[—] | |
| ἵνα καὶ ἡ φιλία ταῖς πό[λεσιν ὑπάρχηι εἰς τὸν ἅπαντα] | |
| χρόνον, αἱρεθῆναι δ[ὲ καὶ θεωροδόκον ὑπὸ τοῦ δήμου,] | |
| ὅστις ὑποδέξεται τ[οὺς θεωροὺς τοὺς παραγινομένους πα]- | |
| 95 | ρὰ Μαγνήτων, εἶνα[ι δὲ —] |
| τὸν θεωροδόκον ε[—] | |
| δέδεκται ὁ δ̣ῆμος [—] | |
| προεψηφισμένο[ις — ἐπὶ —] | |
| ἱερ[έως ἡιρ]έθ[η ․․․․11․․․․․ Ἡγ]η̣σ̣ά̣ν[δρου̣]. | |
| 100 | ὁμο[ί]ως δὲ ἔδοξεν καὶ |
| 1.101 | Σελευ̣κεῦσιν τοῖς |
| πρὸς [τ]ῶι Τίγρει, | |
| Ἀπαμεῦ̣σιν τοῖς | |
| [π]ρὸς τῶι Σελείαι, | |
| 105 | Σελευκεῦσιν τοῖς |
| πρὸς τ̣ῆι ἐρυθρᾷ | |
| θαλάσσηι, | |
| Σελευκεῦσιν τοῖς | |
| πρὸς τῶι Ε̣ὐ̣λαίωι, | |
| 110 | Σ[ε]λευκ[εῦσι]ν τ[οῖς] |
| π[ρὸ]ς τῶ[ι Ἡδυφῶντι] | |
| 2.101 | [—] |
| [—] | |
| [—] | |
| [—] | |
| 105 | Ἀν[τι]ο̣[χεῦσιν τοῖς] |
| πρὸς̣ [—] | |
| Ἀλ[εξανδρεῦσιν τοῖς] | |
| [—] | |
| [—] | |
| 110 | [—] |
| [—] | |