Honorary decree (of Ẓmyrna) for grammateus Pythion Demetriou
of foreign judges from Kaunos, on large stele; II; found at
Kaunos: Hellenica 7, 171-188, ll. 43-59; BE 1950:179; Bean, JHS
73, 1953, 27, no. 7; SEG 12, 461.ii; *ISmyrna 579.II.
46 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπειδή, |
τοῦ δήμου πέμψαντος πρὸς Καυνίους τὸν αιτησόμενον δικαστὰς καὶ γραμματέα, ὁ δῆμος ὁ Καυ̣- | |
νίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι, τὴν πλείστην σπουδὴν προσηνέγκατο περὶ τὴν ἐξα- | |
[π]οστολὴν τῶν τε δικαστῶν καὶ τοῦ γραμματέως, καὶ ὁ συνεξαποσταλεὶς δὲ τοῖς δικασταῖς γραμ- | |
50 | ματεὺς Πυθίων Δημητρίου τὴν καθ’ ἑαυτὸν χρε[ία]ν παρέσχετο προθύμως, σπουδῆς καὶ [φι]λοτιμίας |
οὐδὲν ἐλλείπων· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταξίαν ἀποδιδοὺς χάριν τῶι γραμματεῖ τῆς | |
τε κακοπαθίας καὶ τῆς χρείας ἧς προσηνέγκατο περὶ τὴν γραμματείαν· δεδόχθαι· ἐπῃνῆσθαι | |
Πυθίωνα Δημητρίου Καύνιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἐν τοῖς πρώτοις Διονυσί- | |
οις, ὅταν καὶ αἱ τοῖς δικασταῖς ἐψηφισμέναι τιμαὶ ἀναγγέλλωνται· τὸν δὲ εἱρημένον πρεσβ̣[ευ]- | |
55 | [τ]ὴν ἀφικόμενον πρὸς Καυνίους ἐμφανίσαι τε περὶ τοῦ γραμματέως ἣν προσηνέγκατο |
σπουδὴν καὶ φιλοτιμίαν περὶ τὴν γραμματείαν καὶ ἣν ἐποιήσατο εὐκοσμίαν περὶ τὴν ἐπι- | |
δημίαν καὶ παρακαλεῖν αὐτοὺς τὰς ἐψηφισμένας τιμὰς τῶι γραμματεῖ ἀποδέξασθα[ι κ]αὶ τὴν | |
ἀναγγελίαν ποιήσασθαι παρ’ ἑαυτοῖς, ὅταν καὶ τὰς τοῖς δικασταῖς ἐψηφισμένας τιμὰς ἀναγγέλ- | |
λωσιν, ἀναγράψαι δὲ καὶ τοῦτο τὸ ψήφισμα εἰς τὴν στήλην, εἰς ἣν καὶ τὸ τοῖς δικασταῖς | |
60 | ἐψηφισμένον ἀναγραφήσεται· περὶ δὲ πολιτείας αὐτῶι τε καὶ τοῖς ἐκγόνοις τὸν βουλόμ[ε]- |
νον τῶν πολιτῶν οἷς ἔξεστιν προσγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνο[ις·] | |
τόδε τὸ ψήφισμα ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου. |