Honorary decree of [demos of] Ẓmyrna for Kaunos and foreign
judges Antigenes Apolloniou et al. from Kaunos, on large stele;
II; found at Kaunos: Hellenica 7, 171-188, ll. 0-42 (PH); BE
1950:179; Bean, JHS 73, 1953, 27, no. 7; SEG 12, 461.i; *ISmyrna
579.I.
| 1.1 | [ὁ δῆμος ὁ] Ζ̣μυρναίων |
| [τὸν δῆμον τὸν] | |
| [Καυνίων·] | |
| 2.1 | τοὺς δικαστὰς |
| [Ἀντιγέν]ην | |
| [Ἀπολλωνίο]υ, | |
| 3.1 | vacat |
| Αἰνέαν | |
| Ἀρτεμιδώρου, | |
| 4.1 | vacat |
| Τιμοῦχον | |
| Εὐάρχου· | |
| 5.1 | τὸν γραμ[ματέα] |
| [Πυθίωνα] | |
| [Δη]μητρίο[υ.] | |
| 5 | [ἔδοξε τῆι βου]λῆι καὶ τῶι δήμωι· στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπε[ιδὴ] |
| [τοῦ δήμο]υ πέμψαντος πρὸς Καυνίους δικασταγωγὸν Ἀθηνόδωρον Μενεκράτου τὸν αἰτησόμεν̣[ον] | |
| [δικαστ]ήριον, ὁ δ̣ῆμο[ς] ὁ Καυνίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι καὶ προαιρούμενος ἀ̣π̣ὸ [παν]- | |
| [τὸς] τοῦ βελτίστου̣ σ̣υντελεσθῆναι τὰς κρίσεις, τὴν πᾶσαν σπουδὴν καὶ φιλοτιμίαν ποιησάμενος [πε]- | |
| [ρὶ τ]ὴν αἵρεσιν τῶν δικαστῶν ἀπέστειλεν δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, [Τι]- | |
| μ̣οῦχον Εὐάρχου, οἵτινες παραγενόμενοι τὰς μὲν διεδίκασαν τῶν δικῶν καλῶς καὶ δικαίως καὶ κατὰ τοὺ[ς] | |
| 10 | [ν]όμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοπονίαν προσενεγκάμενοι, τὰς δὲ καὶ διέλυσαν σπουδά[σαν]- |
| [τ]ες καθ’ ὅσον ἦν ἐ[φ’] ἑαυτοῖς, τοὺς δὲ διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατέστησαν [καὶ] | |
| [ἐ]ν τοῖς ἄλλοις ἀνεστράφησαν ἀξίως τῆς τε ἑαυτῶν πατρίδος καὶ τῆς ἡμετέρας πόλεως· ὅπως οὖ[ν] | |
| [κ]αὶ ὁ δῆμος φανερὸς ἦι τοῖς πρὸς αὐτὸν ἐκτενῶς προσφερομένοις τῆι εὐνοίαι ἀποδιδοὺς τ[ὴν] | |
| κ̣αθήκουσαν τιμὴν καὶ χάριν· τύχηι ἀγαθῆι· δεδόχθαι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Καυνίων ἐπὶ τῆι [αἱ]- | |
| 15 | ρέσει καὶ εὐνοίαι ἧι ἔχω̣ν διατελεῖ πρὸς τὴν πόλιν ἡμῶν καὶ ἐπὶ τῶι ἀποστεῖλαι δικαστὰς ἀξίους ἀμφοτέρων τῶν [πό]- |
| [λε]ων, πε[ρὶ] πλείστου τὸ δίκαιον ποιουμένους, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτο[ις] | |
| συντελεσθησομένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου ἐ̣π[ι]- | |
| μεληθῆναι τὸν ἀγωνοθέτην, ἀναγορεύοντος τοῦ ἱεροκήρυκος κατὰ τάδε· ὁ δῆμος ὁ Ζμυρναίων [στε]- | |
| [φα]νοῖ τὸν δῆμον τὸν Καυνίων ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἐποιήσατο περὶ τὴν ἐξαποσ̣τ̣ο̣- | |
| 20 | [λ]ὴ̣ν̣ τῶν δικαστῶν· ἐπηινῆσθαι δὲ καὶ τοὺς παραγενομένους δικαστὰς Ἀντιγένην Ἀπολλω[νί]- |
| ου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ δικαιοσύνηι καὶ φιλοτιμίαι ἧι ἐπο[ι]- | |
| ή̣σα[ν]το περὶ τὰς κρίσεις καὶ ἐπὶ τῶι ἐνδημῆσαι ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ̣ στεφανῶσαι ἕ[κ]ασ- | |
| τον αὐτῶν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι ἀρετῆς ἕνεκεν κα̣[ὶ] | |
| δικαιοσύνης ἧς ἔχοντες διετέλουσαν ἐν ταῖς κρίσεσιν· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆνα[ι] | |
| 25 | τὸν ἀ̣[γ]ω̣νοθέτην κατὰ ταὐτά· ἵνα δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπόμνημα καταλείπηται τῆς τῶν |
| προει̣ρη̣μένων ἀνδρῶν ἀρετῆς καὶ τῆς τοῦ δήμου τοῦ Ζμυρναίων εὐχαριστίας, ὑπάρχειν αὐτο̣ῖ̣[ς] | |
| ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς | |
| συντελουμένοις ὑπὸ τῆς πόλεως· καὶ ἐὰν ἀφικῶνταί τινες αὐτῶ εἰς τὴν πόλιν, ἐπιμελε̣[ῖσ]- | |
| θαι τήν τε βουλὴν καὶ τοὺς ἄρχοντας τοὺς ἀεὶ καθεστῶτας, ἵνα τά τε ἄλλα πάντα ὑπάρχηι αὐτ[οῖς] | |
| 30 | φιλάνθρωπα παρὰ τοῦ δήμου, καὶ ἐάν τινος δέωνται τῶν καλῶς ἐχόντων, γίνηται αὐ̣τοῖς· π̣[ε]- |
| ρὶ δὲ πολιτείας αὐτοῖς τε καὶ ἐκγόνοις αὐτῶν τὸν βουλόμενον τῶν πολιτῶν οἷς ἔξεστιν | |
| προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρεσβευτήν· τὸν | |
| δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Καυνίους τό τε ψηφισμα τόδε ἀναδοῦναι τοῖς ἄρχουσιν καὶ [ἐ]- | |
| πελθόντα ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμον διαλεγῆναι περὶ τῶν δικαστῶν ἣν ἐποιήσαντο | |
| 35 | [σ]πουδὴν καὶ φιλοτιμίαν περὶ τὰς κρίσεις, ἐμφανίζοντα διότι ἔν τε τοῖς ἄλλοις πᾶσιν ἐπαινε[ῖ] |
| [α]ὐ̣τοὺς ὁ δῆμος γεγενημένους ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ διότι μισοπονήρως | |
| τε καὶ δικαίως καὶ κατὰ τοὺς νόμους, φιλοπονίας τε καὶ κακοπαθίας οὐθὲν ἐλλείποντες, ἃς | |
| μὲν ἔκριναν τῶν δικῶν, ἃς δὲ καὶ συνέλυσαν συμφερόντως· καὶ παρακαλεῖν τὸν δῆμον | |
| τὸν Καυνίων ἐπιμέλειαν ποιεῖσθαι ὅπως οἵ τε στέφανοι οἱ ἐψηφισμένοι αὐτῶι τε καὶ τοῖς δικασ- | |
| 40 | ταῖς ἀναγορεύωνται καθ’ ἕκαστον ἔτος παρ’ αὐτοῖς ἔν τε τοῖς μουσικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, ὅταν |
| αὐτοὶ τοὺς εὐεργέτας στεφανῶσιν, ἐπιχωρῆσαι δὲ καὶ τόπον ἐπιφανῆ ἐν ὧι ἀνατεθήσεται στή- | |
| λη λευκοῦ λίθου, ἀναγραφέντος εἰς αὐτὴν τοῦδε τοῦ ψηφίσματος, δηλοῦντα διότι ταῦτα πράξαν- | |
| τες χαριοῦνται τῶι δήμωι· μεθόδιον δὲ τῶι αἱρεθέντι πρεσβευτῆι ὅσων ἡμερῶν δεήσει δοθῆ- | |
| ναι, τὸν μὲν δῆμον τάξαι, τὸν δὲ ταμίαν δοῦναι κατὰ τὸ τῆς διοικήσεως ψήφισμα· τὸ | |
| 45 | δὲ ψήφισμ{ι}α {²⁶ψήφισμα}²⁶ τόδε ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου. |