List of choregic donations under stephanephoros Apollo for
second year after Menippos; prob. 190/180 BC; found at Iasos: LW
255; Hicks, JHS 8, 1887, 98-99 (part); Brinck 225-226 no. 110;
Michel 909; *IIasos 163.
[ ]
IIasos 163
| 1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ δευτέρου μετὰ |
| Μένιππον, ἀγωνοθέτου δὲ Πανταίνου τοῦ | |
| Ἱεροκλείους· οἵδε ἐπέδωκαν τῶν ἐπινευσάντων· | |
| ἀγωνοθέτης Πάνταινος Ἱεροκλείους | |
| 5 | αὐλητὴν Σάτυρον Ἀριστοκλείους Βοιώτιον |
| ἡμέρας δύο, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ | |
| θέα ἐγένετο δωρεάν· Ἀριστόκριτος Γλαύκου | |
| κατὰ ὑοθεσίαν δὲ Διοδώρου χορηγήσας πρότερον | |
| Κράτωνα Ζωτίχου Καλχηδόνιον αὐλητὴν ἡμέρας | |
| 10 | δύο, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο |
| δωρεάν· Ἡράκλειτος Φορμίωνος χορηγήσας πρότε- | |
| [ρ]ον Ἀθηνόδωρον κωμῳδόν, καὶ εὗρεν ἡ πάροδος δρα- | |
| [χ]μήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Κλεᾶναξ Κλεαινέτου | |
| ἀγωνοθετήσας πρότερον Ἀθηνόδωρον κωμῳδόν, | |
| 15 | καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρε- |
| άν· Κτησίας Μητροδώρου χορηγήσας πρότερον | |
| Ἀθηνόδωρον κωμῳδόν, καὶ εὗρεν ἡ πάροδος | |
| δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Μενίτας | |
| Μαιανδρίου χορηγήσας πρότερον Ἀθηνόδω- | |
| 20 | ρον κωμωιδόν, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δ<ὲ> |
| θέα ἐγένετο δωρεάν· Χαρίδημος Θεοφίλου | |
| χορηγήσας πρότερον Ἀθηνόδωρον κωμωιδόν, | |
| καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
| δωρεάν. |