List of choregic donations under stephanephoros Apollo for
second year after Kydias Mene[xe]n[ou]; II1; found at Iasos: LW
288; Brinck 240, no. 142; *IIasos 187.
[ ]
IIasos 187
| 1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ δευτέρου |
| μετὰ Κυδίαν Μενε[ξέ]ν[ου,] ἀγωνοθέτου δὲ Μενεδήμου | |
| τοῦ Μενεδήμου τοῦ Δαμοκράτου· | |
| οἵδε τῶν πρότερον ἐπινευσάντων ἐν Διονυσίοις | |
| 5 | ἀπέδωκαν· ἀγωνοθέτης Μητρόδωρος Μηνο[φ]ίλου |
| δραχμὰς διακοσίας· χορηγοί· Σωτάδας Νικαρίστου, | |
| Ξε[ν]οκράτης Ἀπατουρίου, Διόγνητος Διοφάντου, Χρύσιππος | |
| Ἀπολλωνίου ἕκαστος αὐτῶν δραχμὰς διακοσίας· | |
| μετοίκων· Διοσκουρίδης Ἀπολλωνίου Σινωπεύς, | |
| 10 | Μενοίτας Πρωτέως Ἀλινδεὺς ἑκάτερος δραχμὰς ἑκατόν. |