List of choregic donations under stephanephoros Apollo
after Nemertes; II1; found at Iasos: LW 252; Brinck 223 no. 107;
Michel 908; SEG 4, 225; BE 1965:371; *IIasos 160.
[ ]
IIasos 160
| 1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετὰ Νημέρτεα· |
| οἵδε ἐπέδωκαν· ἀγωνοθέτης Ἀπολλόδωρος | |
| Χάρμου Σωσύλον τὸν κωμωιδὸν ἡμέρας δύο, | |
| καὶ ἡ [πάρ]οδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
| 5 | δωρε[άν·] Δύμας Ἀντιπάτρου τῆς ἐπιδόσε- |
| ως ἧ[ς ἐπ]ένευσεν χορηγῶν ἐν τῶι ἐπάνωι ἐνιαυτ<ῶι> | |
| Σωσύλον τὸν κωμωιδόν, καὶ ἡ πάροδος εὗρεν | |
| δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Βλόσων | |
| Πυθίωνος τῆς ἐπιδόσεως ἧς ἐπένευσεν χορηγῶν | |
| 10 | ἐν τῶι ἐπάνωι ἐνιαυτῶι Σωσύλον τὸν κωμωιδόν, |
| καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
| δωρεάν· Νημέρτης Θεοτίμου τῆς ἐπιδόσεως ἧς | |
| ἐπένευσεν στεφανηφορῶν Εὐάλκην τὸν κιθαριστή<ν>, | |
| καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
| 15 | δωρεάν· Μένων Ἀρτέμωνος χορηγῶν Εὐάλκη<ν> |
| τὸν κιθαριστήν, καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ | |
| θέα ἐγένετο δωρεάν· Μενέδημος Ἀρτέμωνος | |
| χορηγῶν Εὐάλκην τὸν κιθαριστήν, καὶ ἡ πάροδος εὗρεν | |
| δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἑρμόδωρος | |
| 20 | Δρακοντίδου τῆς ἐπιδόσεως ἧς <ἐ>πένευσεν ἀγωνοθετ<ῶν> |
| ἐν τ[ῶι ἐπά]νωι ἐνιαυτῶι δραχμὰς τριακοσίας. |