List of choregic donations under stephanephoros Apollo after Nemertes; II1; found at Iasos: LW 252; Brinck 223 no. 107; Michel 908; SEG 4, 225; BE 1965:371; *IIasos 160.  
[ ] IIasos 160
1 ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετὰ Νημέρτεα·
οἵδε ἐπέδωκαν· ἀγωνοθέτης Ἀπολλόδωρος
Χάρμου Σωσύλον τὸν κωμωιδὸν ἡμέρας δύο,
καὶ ἡ [πάρ]οδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο
5 δωρε[άν·] Δύμας Ἀντιπάτρου τῆς ἐπιδόσε-
ως ἧ[ς ἐπ]ένευσεν χορηγῶν ἐν τῶι ἐπάνωι ἐνιαυτ<ῶι>
Σωσύλον τὸν κωμωιδόν, καὶ ἡ πάροδος εὗρεν
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Βλόσων
Πυθίωνος τῆς ἐπιδόσεως ἧς ἐπένευσεν χορηγῶν
10 ἐν τῶι ἐπάνωι ἐνιαυτῶι Σωσύλον τὸν κωμωιδόν,
καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο
δωρεάν· Νημέρτης Θεοτίμου τῆς ἐπιδόσεως ἧς
ἐπένευσεν στεφανηφορῶν Εὐάλκην τὸν κιθαριστή<ν>,
καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο
15 δωρεάν· Μένων Ἀρτέμωνος χορηγῶν Εὐάλκη<ν>
τὸν κιθαριστήν, καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ
θέα ἐγένετο δωρεάν· Μενέδημος Ἀρτέμωνος
χορηγῶν Εὐάλκην τὸν κιθαριστήν, καὶ ἡ πάροδος εὗρεν
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἑρμόδωρος
20 Δρακοντίδου τῆς ἐπιδόσεως ἧς <ἐ>πένευσεν ἀγωνοθετ<ῶν>
ἐν τ[ῶι ἐπά]νωι ἐνιαυτῶι δραχμὰς τριακοσίας.
Search Help
Contact Us