Honorary decree of b[o]ule and demos of Kolophon for foreign judges Philemon Philotou et al. of Iasos, giving them citizenship; no date; found at Iasos; Pugliese Carratelli, ASAA 31-32, 1969-1970, 384-386, no. 8 (PH); BE 1973:424; BE 1974:546; *IIasos 80.  
[ ] IIasos 80
1 ἔδοξεν τῆι β[ο]υλῆι καὶ τῶι δήμωι, προέδρων γνώ[μη·]
ἐπειδὴ ὁ δῆμος ὁ Ἰασέων συγγενὴς ὢν καὶ φίλος τ[οῦ]
δήμου τοῦ Κολοφωνίων πρότερόν τε τὴν καθ’ αὑτὸ[ν]
εὔνοιαν καὶ χρέαν παρεχόμενος διετέλει τῆι πόλε[ι,]
5 καὶ τοῦ δήμου μεταπεμπομένου δικαστὰς ἐπὶ τὴν διά-
κρισιν τῶν δικῶν ἀπέστειλεν πρὸς ἡμᾶς ἄνδρας
καλοὺς καὶ ἀγαθοὺς Φιλήμονα Φιλώτου, Ἰατροκλῆν
Ἀριστείδου, Αὐτοκλῆν Λέοντος, οἳ παραγενόμεν[οι]
πρὸς ἡμᾶς τὴν καθ’ α[ὑτο]ὺς χρείαν παρέσχοντο
10 [ἀ]ξίω̣ς ἀμφοτέρων τῶν πόλεων καὶ τὰς μὲν ἐδίκασαν
[τῶν δ]ικῶν κατὰ τοὺς νόμους ὀρθῶς καὶ δικαίως, τὰς δ[ὲ]
[διέλυ]σ̣αν ἴσως καὶ συνφερόντως, ἀπέστειλαν δὲ
[καὶ γραμ]ματέα Δημήτριον Εὐβουλίδου, ὃς τὴν̣ [καθ’]
[αὐτὸν χρ]ε̣ίαν παρέσχ[ε]το ἀξίως τοῦ πρα̣[—]
15 [—]ι̣[—]
15a {²gap of ca. 8 lines}²
16 [— τῆς δὲ ἀναγγελίας τὴν]
[ἐπιμέλειαν ποιήσασθαι τοῖς μὲν Διονυ]σ[ίοις]
[τὸν πρύτανιν, τοῖς δὲ Κλαρίοις καὶ τ]οῖς Ἀντιοεί]-
[οις τοὺς ἀγωνοθέτας·] ἐ̣π̣αιν[έσ]αι δὲ κ̣αὶ τὸν
20 [γ]ραμματέα Δημήτριον Εὐβουλίδου· δεδόσθαι δ̣[ὲ]
[κ]αὶ πολιτείαν τοῖς τε δικασταῖς καὶ τῶι γ[ρ]αμ[μα]-
[τε]ῖ ἐ̣[π’] ἴσηι καὶ ὁμοίαι· ὑπάρχειν δὲ αὐτοῖς καὶ γῆς [ἔν]-
[κ]τησιν καὶ οἰκίας καὶ τῶν ἄλλ̣[ω]ν πάντων μ[ετου]-
[σί]αν ὅσων καὶ τοῖς ἄλλοις̣ [Κολοφ]ωνίοις μέτεσ[τι]
25 [καὶ][φ]οδον [ἐπὶ τὴν βουλὴν καὶ τὸ]ν δῆμον πρώ[τοις]
[μετὰ τὰ ἱερά, καὶ ἔκπλουν καὶ εἴ]σπλουν ἀσυλεὶ [κα]ὶ̣
[ἀσπονδεὶ ἐν πολέμωι καὶ ἐν εἰρήν]ηι, εἶναι δὲ [․․]
[—]υτ[—]
Search Help
Contact Us