Honorary decree of demos of Kalymna for foreign judges
Kleandros Diodorou et al. of Iasos and for demos of Iasos; c.
270/260 BC; found at Iasos: CIG 2671, ll. 29-64; Cobet, Mnem. 6,
1857, 447-450; Hicks 130; SGDI 3585; Michel 417; Cauer, Delectus
157 (non vidi); TCalymnii (= ASAA 6-7, 1944-1945) 19-24, no. 16,
ll. 30-65; *IIasos 82, ll. 29-64.
[ ]
IIasos 82.29-64
| 29 | [ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ |
| 30 | [ὁ δ]ᾶμος ὁ Ἰασέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν καὶ |
| [φίλ]ος διατελεῖ τῶι δάμωι τῶι Καλυμνίων καὶ νῦν πρεσβεύ- | |
| [ον]τος τοῦ δάμου καὶ ἀξιοῦντος δόμεν ἄνδρας πέντε, | |
| [οἵτι]νες παραγενόμενοι μάλιστα μὲν διαλυσεῦντι τοὺς | |
| [διαφ]ερομένους τῶν πολιτᾶν, εἰ δὲ μή, κρινεῦντι διὰ ψάφου, | |
| 35 | [ἀπέσ]τειλε ἄνδρας καλοὺς κἀγαθούς, οἳ παραγενόμενοι |
| [πᾶσ]αν σπουδὰν ἐποιήσαντο {υ} τοῦ διαλυθέντ<α>ς τοὺς | |
| [πολ]ίτας τὰ πὸτ αὐτοὺς πολιτεύεσθαι μετ’ ὀμονοίας· | |
| [καὶ ἀ]πογραφεισᾶν δικᾶν εἰς τὸ δικαστήριον [πλε]όνων | |
| [ἢ τρι]ακοσιᾶν πεντήκοντα, τὰς μὲν πλείσ<τας> διέλυσαν | |
| 40 | [πείσ]αντες τοὺς ἀντιδίκους, ὅπως μὴ διὰ ψάφου τῶν πρα- |
| [γμά]των κρινομένων εἰς πλέω ταραχὰν ὁ δᾶμος | |
| [καθισ]τᾶται· τινὰς δὲ καὶ διαίτασαν συμφερόντως | |
| [ἑκα]τέροις τοῖς ἀντιδίκοις· δέκα δὲ δικᾶν εἰσαχθεισᾶν | |
| [εἰς τὸ] <δι>καστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ- | |
| 45 | [μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι |
| [καὶ δ]οκεῖν δηλόμενοι· ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων | |
| [φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὐτὸν καὶ πολ- | |
| [λοὶ πρ]<ο>αιρῶνται καὶ λέγειν καὶ πράσειν τὰ δέοντα ὑπὲρ τοῦ | |
| [πλήθου]<ς τ>οῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς | |
| 50 | [τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι· δεδόχθαι τᾶ[ι] |
| [βουλᾶι κ]α<ὶ> τῶι δάμωι· ἐπαινέσαι τὸν δᾶμον τὸν Ἰασέων | |
| [ἀρετᾶς ἕ]νεκεν καὶ εὐνοίας ἃν ἔχων διατελεῖ περὶ τὸ πλ[ῆ]- | |
| [θος τὸ Κα]λυμνίων καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
| [ἀπὸ χρυσῶ]ν πέντε· ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέν- | |
| 55 | [τας δικαστ]ὰς καλοκἀγαθίας ἕνεκεν, Κλέανδρον |
| [Διοδώρου,] Λέοντα Εὐβούλου, Κέφαλον Δράκοντος, | |
| [Θεόδωρον Ν]ουμηνίου, Λέοντα Δρακνοτίδου, | |
| [καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]- | |
| [μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν] | |
| 60 | [ἐγ Καλύμναι καὶ π]ολιτείαν, αὐτοῖς καὶ ἐγγόνοις, [καὶ] |
| [ἀτέλειαν πάντων· ἐ]π̣ικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν | |
| [τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς | |
| [ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱ<ε>ρὰ | |
| [καὶ τὰ βασιλικά.] |