End of honorary decree of Iasos for (no name) of (no name),
giving him citizenship; IVe/IIIb; found at Iasos: Pugliese
Carratelli, ASAA 29-30, 1967-1968, 454-455, no. 5 (PH); BE
1971:622; *IIasos 61.
[ ]
IIasos 61
| 0 | [—] |
| [π]α̣ρέχεται· ἐπαιν[έ]σ̣αι̣ αὐτὸν ε[ὐνοίας ἕνεκεν] | |
| [ἧς] ἔχει περὶ τὴν πόλιν· καὶ δεδόσθαι αὐ[τῶι καὶ] | |
| ἐκγόνοις πολιτείαν καὶ ἔγκτησιν μετέ[χον]τ̣[ι] | |
| πάντων ὧν Ἰασεῖς μετέχουσιν, δεδόσθαι δὲ αὐτῶ̣[ι] | |
| 5 | καὶ ἀτέλειαν πάντων ὧν ἡ πόλις κυρία ἐστὶν |
| καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν· εἶναι δὲ αὐτῶι καὶ | |
| εἴσπλουν καὶ ἔκπλουν καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμω̣[ι] | |
| ἀσυλεὶ καὶ ἀσπονδεί· ἀναγράψαι δὲ τοὺς νεωποίας | |
| τοὺς ἐνεστηκότας τὸ ψήφισμα τόδε ἐν τῆι | |
| 10 | παραστάδι τῆς στοᾶς. |