Honorary decree of [boule] and demo[s] of Iasos for Myrmex Peldemios and brothers Manes and Targelios, giving proxeny, on marble block; V; found at Iasos: Pugliese Carratelli, RAL 40, 1985, 154-155 (PH); *SEG 36, 983.  
[ ] SEG 36, 983
1 [ἔ]δοξε [τῆι βουλῆι καὶ]
τῶι δήμω[ι ἐν ἀρχαιρεσί]-
αισι· Δημήτ[ριος ․c.5․]
νίδου Δημ[․c.5․ ἐπρυτά]-
5 νευον· Ἀναξ[αγ]όρας
Ἀπολλωνίδου εἶπεν· παῖ-
δας Πελδεμιος Μύρμηκα
καὶ Μάνην καὶ Ταργήλιον
προξένος εἶναι Ἰασέων
10 καὶ εὐεργέτας καὶ ἀτέλει-
αν καὶ προεδρίην καὶ ἔσ-
πλογ καὶ ἔκπλογ καὶ ἐν εἰ-
ρήνηι καὶ ἐμ πολέμωι· εἶνα[ι]
[δ]ὲ αὐτοῖς καὶ ἔγκτησιν γῆ[ς]
15 [κ]αὶ οἰκιῶν καὶ δίκας κατά-
περ Ἰασεῦσιν καὶ τέλεα τε-
λεῖν καθόπερ Ἰασεῖς·
αὐτοῖς καὶ ἐγγόνοις.
Search Help
Contact Us