Honorary decree of presbyteroi for Kritios Hermophan[tou],
on column; Hellenistic; found at Iasos: Reinach, REG 6, 1893,
169-170, no. 6; BE 1894:393; Robert, Et. anat. 450-454; BE
1938:416; *IIasos 93.
[ ]
IIasos 93
| 0 | [— βουλόμενος Κρί]- |
| τιο[ς] οὐδ’ ἐν τούτοις ἀν̣τ̣[ιλ]έ̣[γειν] ὑ̣πέ̣μινε̣ν τὴν κακο- | |
| πάθιαν ἐπὶ πλήονα χρόνον γεινομένην καὶ ἀνέγρα- | |
| ψεν αὐτὰ διὰ τοῦ δημοσίου Διοφάντου· | |
| χειροτονηθείς τε καὶ διοικητὴς ὑπὸ τῶν πρεσβυ- | |
| 5 | τέρων ὑπέμινεν οὐ βουλόμενος αὐτοῖς οὐδὲ |
| ἐν τούτοις ἀντιλέγειν καὶ τούς τε λόγους | |
| καὶ τὰ χρήματα παρέδωκεν μετὰ τῶν συν- | |
| διοικητῶν ὁσίως καὶ δικαίως τοῖς μετ’ αὐ- | |
| τοὺς διοικηταῖς· ἵνα οὖν κ[α]ὶ οἱ πρεσβύτεροι | |
| 10 | φαίνωνται τὴν καθ[ήκ]ο[υσα]ν ἀποδιδόντες |
| χάριτα τοῖς [κ]α̣λ̣ο̣ῖ̣ς̣ κ̣[αὶ ἀ]γ̣αθοῖς ἀνδράσιν | |
| καὶ φιλοτειμουμένο̣ι̣[ς κ]αὶ [εἰς] ἑαυτούς· | |
| δεδόχθαι τοῖς π̣ρ̣ε̣σ̣[βυτέρο]ις· ἐπῃνῆσθαι | |
| Κρίτιον Ἑρμοφ̣ά̣ν̣τ̣[ου ἐπὶ τῇ] ε̣ὐ̣νοίᾳ καὶ εἰς | |
| 15 | τοὺς πρεσβυτέρους κα[ὶ σ]τεφανῶσαι αὐτὸν |
| χρυσῶι στεφάνωι· [στῆσ]αι δ̣ὲ̣ αὐτοῦ καὶ εἰκόνα | |
| γραπτήν· ἐπιγράψαι δὲ [ἐπὶ τὴ]ν | |
| εἰκόνα ἐπιγρα[φήν· οἱ] πρεσβύτεροι ἐτίμη- | |
| σαν Κρίτιον Ἑρμοφάντου ἐ[π]αίνωι, χρυσῶι στε- | |
| 20 | φάνῳ, ἰκόνι γραπ[τῆι] ἀρετῆς ἕνεκεν καὶ εὐνοίας |
| τῆς εἰς αὐτούς· ἀναγρα[φῆν]αι δὲ τὸ ψήφισμα τοῦ- | |
| το ἐν τῷ ἐπιφανεστάτωι τό[πωι τοῦ] Ἀντιοχεί- | |
| ου. ψῆφοι αἱ δ̣[ιδοῦ]σαι ἑβδ̣[ομ]ήκον[τα]· α̣ἱ οὐ, τέσσαρες. |