Honorary decree of [boule and de]mos for [Gaiu]s Caninius
Synallas[son], with regulations of foundation which he
established for gymnasium of neoi; AD 117/138; found at Iasos:
Reinach, REG 6, 1893, 157-166, no. 3; BE 1894:393; Laum,
Stiftungen II 124; Wilhelm, NBeitr. 4, 43-53 (= Akadschr. I
217-227); Robert, REG 70, 1957, 361-375 (= OM III 1479-1492); BE
1959:395; SEG 18, 448; *IIasos 248.
[ ]
IIasos 248
| 0 | [— ἐπειδὴ Γάϊος Κανίνιος Συναλλάσσων —] |
| a | [—] |
| [—] | |
| 1 | [—]ων |
| το ἐγ μέρο[υς —]λ[—] ἐσκούτλω- | |
| κεν, ἐπήνγελται δὲ καὶ τ[— σκου]- | |
| τλῶσαι· ὑποσχόμενος δὲ καὶ στεφα- | |
| 5 | νηφορήσειν τῆς προκαθηγεμόνο[ς] |
| τῆς πόλεως ἡμῶν Ἀρτέμιδος Ἀ[σ]- | |
| τιάδος μετὰ ἄλλα ἔτη βʹ, βουληθέντο[ς] | |
| τοῦ δήμου τάχειον τῆς ὑποσχέσεω[ς] | |
| ἔτεσιν δυσὶ στεφανηφορῆσαι αὐτόν, | |
| 10 | ἐν μηθενὶ βουλόμενος ἀντιλέγειν τῇ π[α]- |
| τρίδι καὶ τοῦτο ὑποσχόμενος καὶ ἐκ[δε]- | |
| ξάμενος τὸ συνφέρον τῇ πόλει [ἔ]- | |
| δωκεν ὑπὲρ τῶν τῆς στεφανηφο[ρί]- | |
| ας ἀναλωμάτων πάντων ἀργυρίου | |
| 15 | δηνάρια πεντακισχείλια· ἐφ’ οἷς πᾶσιν |
| ἡ βουλὴ καὶ ὁ δῆμος, ἀποδεχόμενοι | |
| αὐτοῦ τὸ περὶ τὴν πατρίδα λαμπρὸν | |
| καὶ φιλότειμον, ἔκρειναν τειμηθῆνα[ι] | |
| αὐτὸν ταῖς καλλίσταις καὶ μεγίσταις τε[ι]- | |
| 20 | μαῖς πάσαις, ἀνατεθῆναί τε αὐτοῦ καὶ |
| εἰκόνα γραπτὴν καὶ εἰκόνα χαλκῆν καὶ | |
| ἄγαλμα μαρμάρινον· ἀνιερῶσθαι δὲ καὶ | |
| τὰ πεντακισχείλια δηνάρια εἰς τὸ τῶν | |
| νέων γυμνάσιον, ἐφ’ ᾧ ἡ πρόσοδος αὐτῶν | |
| 25 | ἀεὶ χωρήσει καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τὸ |
| ἐλαιοχρείστιον τοῦ ἕκτου μηνός· | |
| τύχηι ἀγαθῆι, δεδόχθα[ι] | |
| [τῇ τε βουλῇ καὶ τῷ δή]μῳ· τὴν μὲν στε[φανηφο]- | |
| [ρίαν τῆς θεοῦ Γαΐω]ι Κανινίωι Συναλλάσ[σοντι ὑ]- | |
| 30 | [πάρχειν καθότι καὶ] τοῖς λοιποῖς στεφ[ανηφό]- |
| [ροις, κ]α[ὶ τετειμ]ῆσθαι αὐτὸν ταῖς κ[αλλίσταις] | |
| [καὶ] μεγίστα[ις] τειμαῖς πάσαις· ἀνατεθ[ῆναι] | |
| δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν καὶ εἰκόνα χ[αλκῆν] | |
| καὶ ἄγαλμα μαρμάρινον ἐν οἷς ἂν βούλητα[ι] | |
| 35 | τόποις ἱρο[ῖς] ἢ δημοσίοις· ἀνιερῶσθαι δὲ τὰ πε[ν]- |
| τακισχείλια δηνάρια ἰς τὸ γυμνάσιον τῶν νέ- | |
| ων, ἐφ’ ᾧ ἡ πρόσοδος αὐτῶν ἀναλωθήσεται | |
| [κα]θ’ ἕκαστον ἐνιαυτὸν μηνὶ ἕκτῳ, ἐὰν δέ τι πλε- | |
| ο[ν]άσῃ, τοῦτο χωρήσει εἰς τὸ λοιπὸν ἐλαιο- | |
| 40 | χρείστιον τοῦ ἐνιαυτοῦ, ἐφ’ ᾧ ἐὰν πάλιν λίπῃ |
| τει[μιά]σαντός ποτε τοῦ ἐλαίου ἤ τινος ἑτέ- | |
| ρας γενομένης ἐτίας, τοῦτο προσεισενε- | |
| χθήσεται ἐκ τῆς λοιπῆς προσόδου τῶν νέων | |
| πρὸς τὸ ἀνάλιφον τῷ ἕκτῳ μηνὶ μὴ γενέσ- | |
| 45 | θαι, ἐφ’ ᾧ ἐκ τῶν δεκαπρώτων ἢ εἰκοσαπρώτων |
| ἢ τῶν τούτοις ὁμοίων ἔσται αἰεὶ ἐπιμελητὴς | |
| αὐτῶν ἐπὶ ἔτη εʹ, ὃς παραλαβὼν αὐτὰ ἐγδανίσει τό- | |
| κου ἐπὶ μηνὶ ἑκάστῳ ὡς τῶν ἑκατὸν δηναρίων | |
| ἀσσαρίων στερεῶν δέκα βʹ, καὶ τὸν κατ’ ἐνιαυ- | |
| 50 | τὸν γεινόμενον τόκον δώσει αἰεὶ τοῦ πα- |
| ρελθόντος ἐνιαυτοῦ, μηνὶ πρώτῳ, Σεβαστῇ, | |
| τοῖς διοικηταῖς τῶν νέων οἵτινες ἀναλώ- | |
| σουσιν τὸν τόκον εἰς τὸ ἄλιμμα τοῦ ἕκτου | |
| μηνὸς προαγοράζοντες τὸ ἔλαιον, ἐφ’ ᾧ οὐ- | |
| 55 | δενὶ ἐξέσται ἄρχοντι οὐδὲ ἑτέρῳ οὐδενὶ με- |
| ταδιατάξαι ἕτερόν τι περὶ τούτων τῶν πεντα- | |
| κισχειλίων δηναρίων ἢ τῆς προσόδου αὐτῶν, | |
| ἐκτὸς ἐὰν μὴ χωρίων ἀγορασθησομένων τοῖς | |
| νέοις δεήσῃ καὶ τοῦτο τὸ ἀργύριον εἰς τὴν τει- | |
| 60 | μὴν τῶν ἀγορασθησομένων ἀγρῶν χωρῆσαι, |
| ἐφ’ ᾧ καὶ οὕτως μενεῖ ἡ πρόσοδος αἰεὶ εἰς τὸ ἄλιμα | |
| τῶν νέων καθότι προγέγραπται· ἐπεὶ ὁ ὑπεναντί- | |
| ον τούτοις ποιήσας τι ἀποδώσει εἰς τὸν τοῦ κυ- | |
| ρίου Καίσαρος φίσκον δηνάρια πεντακισχείλια | |
| 65 | καὶ οὐδὲν ἔλασσον ἔσται τὸ μεταδιαταγὲν ἄκυρον |
| καὶ μενεῖ τὰ πεντακισχείλια δηνάρια καὶ ἡ πρόσοδος | |
| αὐτῶν τοῖς νέοις καθότι προγέγραπται· ἐγράφη διὰ τῶν | |
| λαχόντων δογματογράφων Ἀλεξάνδρο<υ> τοῦ γʹ Ἀλεξάν- | |
| δρ<ο>υ, Εἰρηνα[ί]ου τοῦ Ἑρμογένους, Ἑρμώνακτος τοῦ αʹ. |