Honorary decree of boule and demos (of Iasos) for (dynast)
Eupolemos Potalou Makedon; c. 333/314 BC; found on Chios, from
Iasos: CIG 2675.b; Robert, Coll. Froehner I 75; *IIasos 32.
[ ]
IIasos 32
| 1 | ἐπὶ στεφανηφόρου Ποσειδωνίου τοῦ Ἡγύλλου, μηνὸς |
| Ἐλαφηβολιῶνος ἕκτηι ἱσταμένου, Δρακοντίδης Ἑκαταίου | |
| ἐπεστάτει, Διονυσόδωρος Ἰατροκλέους ἐγραμμάτευεν· | |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, Ἀσκληπιάδης Ἰατροκλέους | |
| 5 | εἶπεν· ἐπειδὴ Εὐπόλεμος Πωτάλου Μακεδὼν ἀνὴρ ἀγαθός |
| [ἐ]στιν περὶ τὴμ πόλιν τὴν Ἰασέων καὶ πολλοῖς τῶν πολιτῶν | |
| [προ]θύμως χρείας παρέσχηται, ἐπηινῆσθαι [α]ὐτὸν ὑπὸ τ[οῦ] | |
| [δή]μου, καὶ εἶναι Εὐπόλεμον [π]ρόξεν[ο]ν [καὶ εὐερ]γέτην τῆς | |
| [πόλεως τῆς] Ἰασέω[ν, δεδόσθαι δὲ αὐτῶι καὶ πολι]τείαν [—] |