Letter of Zeuxis to boule and demos of Herakleia (Lat.), on anta blocks; 196/193 BC; found at Herakleia Lat.: Şahin, EA 9, 1987, 55-59, no.’s 2-3; *Wörrle, Chiron 18, 1988, 421-470 (PH); SEG 37, 859.B-D.  
[ ] Chiron 1988, 421-70
NII.3 ἐπὶ στεφανηφόρου θεοῦ τρίτου τοῦ μετὰ Δημήτριον Δημητρίου Ἡραιῶνο[ς]
Ζεῦξις Ἡρακλεωτῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν. οἱ παρ’ ὑμῶν πρεσ̣βευ-
5 ταὶ Φανίας, Ἑρμίας, Αἰσχρίω̣ν, Ἀπολλώνιος, Ἑρμογένης, Ἰάσων, Αἰνέας, Παρ-
μενείδης, Παγκράτης, Διάς, Εὔανδρος, Θαργήλιος, Ἑρμίας, Ἀριστέας, Μενε-
κράτης, Ἡρακλεόδωρος, Διονύσιος, Πρωτέας, Διονυσικλῆς, Ἀντιλέων, Ἱερο-
κλῆς, Μένης ἀνήνεγκαν τὸ ψήφισμα καθ’ ὃ ὤιεσθε δεῖν ἀνακεκομισμέ-
νων ἡμῶν τῶι βασιλεῖ τὴν πόλιν ἐξ ἀρχῆς ὑπάρχουσαν τοῖς προγόνοις αὐτοῦ
10 θυσίας τε συντελεσθῆνα̣ι̣ τ̣οῖς θεοῖς καὶ τοῖς βασιλεῦσιν καὶ τοῖς τέκνοις αὐτῶν
καὶ εἰς τὸ λοιπὸν ὁμοίως γίνεσθαι κατὰ μῆνα τῆι ἕκτηι ἀπιόντος, αἱρεθῆναι
δὲ καὶ πρεσβευτὰς τοὺς ἐμφανιοῦντας ὑπὲρ τῆς γεγενημένης στενοχω-
[ρία]ς περὶ τὴν πόλιν ἐκ τῶν ἐπάνω χρόνων διὰ τοὺς πολέμους καὶ τὰς κα-
[ταφθ]ο̣ρ̣ὰ̣ς καὶ παρακαλέσοντας τά τε ὑπὸ τῶν βασιλέων συγκεχωρημένα
15 [συνδιατηρηθῆν]α̣ι̣ ὅπως ὑπάρχῃ καὶ μετὰ ταῦτα ἥ τε ἀνεπισταθμεία καὶ τὰ
[․․․․․․c.16․․․․․․ κ]αὶ τὰ τέλη καὶ ἔγγαια καὶ τὰ εἰσαγώγια καὶ ἐξαγώγ[ια]
{²one line of text missing}²
NIII.1 [πρ]ᾶσις, δίδωται δὲ καὶ ἐκ βασιλ[ικοῦ εἰς χρῆ]σιν τῆς πόλεως μάλιστα {μὲ̣ν̣}
μὲν πλέον εἰ δὲ μή γε τάλαντα [․c.5․ ὡ]ς πρότερον καὶ τὸ ἐλαιοχρίστιον δ[ι]-
αμένηι τὸ ἀποτεταγμένον τοῖς ν[έοις, ὃ] ἐπεκηρύσσετο τῆι ὠνῆι τοῦ λιμέ-
νος, ἀξιώσοντας δὲ καὶ ἀτέλειαν συγχωρῆσαι τῶν τε ἐκ τῆς γῆς καρπῶν πάν-
5 των καὶ τοῦ ἐννομίου τῶν τε κτηνῶν καὶ τῶν σμηνῶν ἐφ’ ἔτη ὅσ’ ἂν φαίνη-
ται καὶ ζεύγη τοῖς πολίταις, μνησθησομένους δὲ καὶ ὅπως σῖτος δοθῆι τῆι πό-
[λ]ει δωρεὰν καὶ ἀτέλεια{ν} τοῦ τε εἰσαγομένου εἰς τὴν πόλιν καὶ τοῦ πωλουμέ-
νου καὶ ἵνα οἱ ἐξάγοντες ἐκ τῆς τοῦ βασιλέως εἰς τὴν πόλιν ἐπί τε τὰς
ἰδίας χρείας καὶ εἰς πρᾶσιν ἀτελεῖς ὦσιν ἀποκατασταθῆι δὲ ὑμῖν καὶ ἡ χώρα
10 καὶ οἱ δῆμοι καὶ οἱ οἰκηταὶ συναχθῶσιν καθότι καὶ πρότερον ὑπῆρχον.  καὶ οἱ πρεσ-
βευταὶ περί τε τῶν δεδηλωμένων διελέγησαν ἡμῖν μετὰ σπουδῆς ἀκολούθως
τοῖς ἐν τῶι ψηφίσματι κατακεχωρισμένοις εὐθέως δὲ καὶ ὑπὲρ τῶν συντεθε[ιμέ]-
[ν]ων αὐτοῖς ὑπομνημάτων· σπεύδοντες οὖν καὶ αὐτοὶ τὸν δῆμον εἰς τὴν ἐξ ἀ̣[ρ]-
[χῆ]ς διάθεσιν ἀποκατασταθῆναι καὶ τά τε ἐπὶ τῶν προγόνων τοῦ βασιλέως
15 [συγκεχ]ω̣ρημένα συντηρηθῆναι αὐτῶι καὶ ἐν τοῖς ἄλλοις ἐπαύξεσθαι τὴν π̣[ό]-
[λιν μετέχ]ουσαν πάντων τῶν εἰς πόλε̣ω̣ς̣ ἀ̣ν̣ηκόν̣τ̣ω̣ν̣ ․․Ο̣Σ․․Π̣Λ̣Ν̣[—]
NIV.0 {²four lines of text are missing}²
[— εἰ]σαγώγῃ [—]
[․․․c.11․․․․]σ̣θε· ἔσται δὲ ἡμῖν ἐπιμελ[ὲς —]
[․․․․c.12․․․․] τ̣οῦ βασιλέως ἥ τε χώρα κ[αὶ —]
[․․․․c.13․․․․․ ἀπ]ο̣λύομεν δὲ καὶ το[ῦ ․․․c.11․․․․]ΝΩΝ․․․Ι̣Ι̣ΩΝ τοὺς [—]
5 [․․․․c.13․․․․․ κα]θῆκον ἦν λαμβάνεσθαι αὐτὸ βουλόμενοι καὶ ἐν τούτο[ις]
[․․․․․c.15․․․․․․] ἐπιχωροῦμεν δὲ ὑμῖν καὶ τὴν πανήγυριν ἀτελῆ συντελεῖν ο[ὕ]-
[τως ὥσπερ] κ̣αὶ πρότερον εἰώθειτε ἄγειν, καὶ καθόλου καὶ ἐν τοῖς ἄλλοις φρον-
[τιοῦμεν ἵνα ἐ]μ̣ μηθενὶ τῶν δυνατῶν καὶ καλῶς ἐχόντων ὑστερῆτε ἀλλὰ τύ-
[χητε τῆς προ]σ̣ηκούσης ἐπιμελείας.  διὸ καὶ εὖ ποιήσετε καὶ αὐτοὶ διαφυλάσ-
10 [σοντες τὴν εἰς] τὰ πράγματα εὔνοιαν· οὕτω γὰρ πολλῶι μᾶλλο̣ν̣ κ̣α̣ὶ ἡμεῖς
[οὐδὲν ἐλλείψομε]ν πρ<ο>θυμίας εἰς τὸ συγκατασκευάζειν τ̣[ὰ πρὸς ․]ο[—]
[—]ΤΑ․․ φιλανθ[ρωπ—]
[—]Ο̣[—]
{²one more line of text may have followed}²
Search Help