Honorary decree (of Halikarnassos) for Zenodotos Baukideos for services to Troizen, with rider for posting decree concerning Troizen; 303/c. 290 BC; now at Cambridge UK, presumably from Halikarnassos: CIG 106 + I p. 900; *Hicks, JHS 2, 1881, 98-101; Michel 452.  
[ ] JHS 2, 1881, 98-101
1 [— Τρο]-
ζῆνι ἐν στήληι ἐν τῶι ἱερῶι· ἐπαινέσαι δὲ καὶ
Ζηνόδοτον Βαυκιδέως, ἐπειδὴ Τροζήνιοι γε-
γράφασιν ἐν τῶι ψηφίσματι τῶι πρὸς τὴν πό-
5 λιν ὅτι ἀνὴρ ἀγαθὸς γέγονε περὶ τὸν δῆμον
τὸν Τροζηνίων καὶ κατὰ καιρὸν ἀφικόμενος
ἐβοήθησε καὶ συνηγωνίσατο αὐτοῖς εἰς τὴν
ἐλευθερίαν τῆς πόλεως καὶ τὴν ἐξαγωγὴν
τῆς φρουφᾶς ἀξίως τῆς τε πατρίδος καὶ τῆς
10 οἰκειότητος καὶ εὐνοίας τῆς ὑπαρχούσης
τῆι πόλει πρὸς Τροζηνίους, καλέσαι δὲ αὐτ[ὸν]
καὶ εἰς πρυτανεῖον ἐπὶ δεῖπνον.
ἔδοξε τῶι δήμῶι· Ἰατροκλῆς Πυθίωνος εἶπ[ε.]
τὰ μὲν ἄλλα καθότι ἡ βουλὴ ἐψηφίσατο, τὸ δὲ
15 ψήφισμα τὸ περὶ Τροζηνίων ὁ προεβούλευ[σεν]
ἡ βουλὴ ἀναγράψαι ἐν στήληι λιθίνηι καὶ σ[τῆ]-
σαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἐπιμεληθ[ῆναι]
δὲ τῆς ἀναγραφῆς τοὺς ἐξεταστάς· τὸ [δὲ]
[ἀνά]λωμα τὸ εἰς τὴν στήλην δοῦναι τὸ[ν τα-
20 [μίαν?]
Search Help
Contact Us