Honorary decree of boule and dem[os] (of Halikarnassos) for
Diodotos Philonikou for contributions towards building gymnasion
Philippeion; 275/250 (?) BC; found at Halikarnassos: Paton, CR 8,
1894, 217-218; Michel 456; *Wilhelm, JÖAI 11, 1908, 53-56, no. 1
(PH, part); **Migeotte, L’emprunt public no. 102 (l. 32); BE
1987:221 (p. 309).
[ ]
JÖAI 11, 1908, 53-56, no. 1
| 1 | ἐπὶ ἱεροποιοῦ Διοφάντου τοῦ Διο[γέν]ους, ἐπὶ |
| πρυτανείας τῆς μετὰ Μητροδώρου τοῦ Λεοντιάδ[ου,] | |
| γραμματεύοντος Δράκοντος τοῦ Θεοδώρου, μηνὸς | |
| Ἀνθεστηριῶνος· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι·] | |
| 5 | γνώμη πρυτάνεων· ἐπειδὴ Διόδοτος Φιλονίκου πᾶσαν |
| φιλοτιμίαν καὶ προθυμίαν παρέσχηται εἰς τὸ ἐπι- | |
| σκευασθῆναι τὸ γυμνάσιον τὸ Φιλίππειον ἐμ μὲν τῶ[ι] | |
| πρώτωι ψηφίσματι ἐπαγγειλάμενος εἰς τὰ ἔργα μέχ[ρι] | |
| τῆς διπλῆς στοᾶς δώσειν ἄτοκον δραχμὰς μυρίας [καὶ τὸ] | |
| 10 | ἐλλεῖπον κατὰ τὰς ἐπαγγελίας πᾶν, πάλιν δὲ ἐν ἄλλ[ωι] |
| ψηφίσματι φιλοτιμούμενος ὅπως ἂν ἅπαν ἦι συντετε- | |
| λεσμένον τὸ γυμνάσιον τὰ προσδέοντα χρήματ[α] | |
| κατὰ τὰς ἐπαγγελίας δώσειν αὐτὸς πάντα ἄτοκα, κ[αὶ] | |
| διὰ ταύτας τὰς αἰτίας συμβέβηκεν ἅπαν τὸ γυμνάσιο[ν] | |
| 15 | [ἐ]πεσκευάσθαι καὶ ἀποδεδείχασιν οἱ ἐπιμεληταὶ τῆι βουλ[ῆι] |
| συντετελεσμένα πάντα τὰ ἔργα ἀρεστῶς καὶ δεδο- | |
| κίμακεν ἡ βουλὴ καὶ ἐν τῶι λόγωι φέρουσιν οἱ ἐπιμελητ[αὶ] | |
| εἰς τὰ ἔργα δεδωκότα Διόδοτον τὸ πᾶν ἄτοκον δραχμ[ὰς] | |
| τρισμυρίας τρισχιλίας τετρακοσίας· οὐ μόνον δὲ | |
| 20 | [α]ὐτὸς ἔδωκεν, ἀλλὰ καί τινας τῶν δεδωκότων δωρε[ὰν] |
| ἔπεισεν· δεδόχθαι, ὅπως ἂν καὶ ὁ δῆμος φανερὸς ἦι [αὐ]- | |
| τὸν εἰς τὸ γυμνάσιον φιλοτιμηθέντα τιμῶν τιμαῖ[ς] | |
| ταῖς καταξίαις καὶ πάντες προτρέπωνται εἰς τὸ τὰς χρεία[ς] | |
| παρέχεσθαι εἰδότες τὴν εὐχαριστίαν τοῦ δήμου, | |
| 25 | στεφανῶσαι Διόδοτον Φιλονίκου χρυσῶι στεφάνωι |
| καὶ εἰκόνι χαλκῆι ἀπὸ δραχμῶν τετρακισχιλίων, | |
| στῆσαι δὲ τὴν εἰκόνα αὐτοῦ ἐν τῶι γυμνασίωι ἵνα | |
| ὑπόμνημα ἦι τῆς φιλοτιμίας τῆς εἰς τὸ γυμνά[σιον] | |
| [ἣν] παρέσχετο καὶ εἰς χρημάτων [λ]όγον ὑπὲρ τ[ὴν δύνα]- | |
| 30 | [μ]ιν αὑτοῦ καὶ εἰς τὰ ἄλ[λα· ὅ]πως δ’ ἂν [τὸ ἀργύριον] |
| δοθῆι τό τε εἰς τὸν στέφανον καὶ τὴν ε[ἰκόνα αὐτοῦ,] | |
| ἐπειδὴ αἱ μὲν ἱεραὶ [κ]α[ὶ δημ]όσι[α]ι [πρόσοδοι ἐλλείπουσιν,] | |
| ὁρῶντες δὲ το[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․] | |
| Διόδοτον [—] |