Honorary decree for Pamphilos by boule and demos of Apollonia (Salb.), on block of white marble; 188/c. 100 BC; found at Apollonia Salb.?: *Robert, La Carie II no. 167 (PH); BE 1955:203; **Piejko, Gnomon 57, 1985, 618 (l. 32); SEG 35, 1086.  
[ ] Robert, La Carie II no. 167
0 [— τῶν δέκα πρεσβευτῶν ἀπὸ Ῥώ]-
μης μετ̣ὰ Γ̣ναί̣[ο]υ̣ τ̣οῦ στρατ̣ηγοῦ̣ τ̣ἄλα δι[οι]-
κούντων ἐν Ἀπαμείαι πορευθεὶς πρὸς
αὐτοὺς καλῶς καὶ συμφερόντως
ὑπὲρ τῆς πατρίδος ἐστήσατο καὶ ἐν ἐ-
5 κείνοις τοῖς καιροῖς, οὔτε κίνδυνον ὑφι-
δόμενος τὸν ὄντα πρὸ ὀφθαλμῶν οὔτε
κακοπαθίαν οὐδεμίαν ἐκκλίνων, μετὰ
πάσης σπουδῆς καὶ φιλοτιμίας ἕκαστα τού-
των διώικησεν· μετὰ δὲ ταῦτα πεμφθεὶς φʹ?
10 εἰς Ῥόδον καὶ διαγωνισάμενος μετὰ τῶν
συμπρεσβευτῶν πρὸς τοὺς ἀντικειμέ-
νους τῶν ἐγχωρίων, ὡς ἐνεδέχετο μά-
λιστα συμφέρειν οὕτως ἐποιήσατο τὰς συν-
θήκας πρὸς Ῥοδίους· ἄλλας τε πλείονας
15 πρεσβείας πρεσβεύσας ὑπὲρ τῶν κοινῶν
καὶ ἐμ πάσαις δεόντως ἀναστραφεὶς καὶ ὀρ-
θῶς χρησάμενος τοῖς πράγμασιν πολλῶν ἀγα-
θῶν τῆι πόλει παραίτιος γέγονεν· τῶν τε προσόδων
τῶν δημοσίων μὴ ὀρθῶς διοικουμένων, ἀλλὰ διαφ[ω]-
20 νουσῶν οὐχ ὡς ἔτυχεν, ψήφισμα γράψας καὶ ἐπιδοὺς
τῆι βουλῆι καὶ τῶι δήμωι ἐποίησεν αὐτὰς διασώιζεσ-
θαι, τῶν προχειριζομένων ἀνδρῶν κατ’ ἐνιαυτὸν ἕκασ-
[τ]α διοικούντων κατ<ὰ τ>ὸ ψήφισμα ὥστε μηθὲν ἔτι διάπτω-
μα γενέσθαι, καὶ τὸ ὅλον [ἐμ π]αντὶ καιρῶι καὶ λέγων καὶ γρά-
25 φων καὶ πράσσων τὰ βέλτιστα ὑπὲρ τοῦ δήμου διατελεῖ
τηλαυγῆ δεικνύων τὴν σπ[ουδ]ὴν ἐμ πᾶσιν ἣν ποιεῖτα[ι]
ὑπὲρ τῆς πόλεως· ἐπ[ε]ὶ οὖν πολλὰς καὶ μεγάλας χρείας
παρείσχηται τῶι δήμωι, δίκαιον δέ ἐστιν τοὺς ἀγαθοὺς
τῶν ἀνδρῶν καταξίας χάριτας κομίζεσθαι τῶν εὐε[ρ]-
30 γετημάτων· δεδόχθαι Ἀπολλωνιατῶν τῆι βου̣λ[ῆι]
καὶ τῶι δήμωἱ ἐπηινῆσθαι Πάμφιλον ἀ̣ρ̣ε̣τ̣[ῆς ἕνεκεν]
[κ]αὶ εὐνοίας ἣν ἔχων διατ[ελεῖ εἰς τὴν ἑαυτοῦ πατρίδα·]
[κ]αλεῖσθαι δὲ αὐ̣[τὸν καὶ τοὺς ἐκγόνους? εἰς προεδρί]-
αν καθ’ ἕκα[στον ἐνιαυτὸν ἐν τῶι συντελουμέ]-
35 ν̣ωι γυ[μνικῶι ἀγῶνι —]
Search Help