Honorary/funerary inscription for Pereita[s] Adrastou;
1e/2; found at Aphrodisias: *CIG 2771.II; Liermann 47-52, no. 8
(non vidi).
[ ]
CIG 2771II
1 | Περείταν̣ Ἀδράστου τοῦ Διονυσ[ίο]υ τοῦ |
Περίτου τοῦ φύσει Ἀδράστου τοῦ Μόλω- | |
νος Μύων<ος>, ἄνδρα γένους λαμπροῦ καὶ ἐν- | |
δόξου καὶ γεγ<ο>νότος ἔν τ[ε] γυμνασιαρχίαις | |
5 | καὶ στεφανηφορίαις καὶ πρεσβείαις καὶ κατασκευ- |
αῖς ἔργων καὶ ἀρχαῖς καὶ λιτουργείαις πάσαις, καὶ | |
αὐτὼν ἀπὸ πρότης ἡλικίας κατ̣ακολουθο<ῦ>ντα | |
τῷ τοῦ γένους ἀξιώματι, ζ̣ῶντα φιλοτείμως | |
πρὸς τὴν πατρίδα, καὶ τὰς ἐνχειρ<ι>σθείσας αὐτῷ | |
10 | ἀρχὰς καὶ πρεσβείας καὶ ἐγδικίας τετεληκότα ἴ- |
σως καὶ δικαίως καὶ ἀξίως τῶν προγόνων, τελο<υ>μ[έ]- | |
νης? τε γυμνασιαρχίας καὶ στεφανηφορίας ἑν- | |
δεκάτης, καὶ αὐτῆς κα<θά>πε<ρ> Μύων ὁ πρόπαπ- | |
πος αὐτοῦ λαμπρῶς καὶ ἐκτενῶς καὶ ἀξίως τῶν | |
15 | προγόνων <τ>ὰ καθήκοντα αὐτῷ τῆς γυμνασιαρχίας |
καὶ στεφανηφορίας ἐκ τῶν ἰδίων τετελεκότα, ἱερω- | |
τεύσαντα δὲ καὶ θεοῦ Τίτου. vacat |