Honorary inscription for Iason Prabreus for good deeds,
including activity in building, by boule and demos, on white
marble base; c. 2; found at Aphrodisias: Kubitschek & Reichel,
AAWW 1893, 100-101, no. 1; Reinach, REG 19, 1906, 98-100, no. 13
(part); Wilhelm, JÖAI 28, 1933, 57-61; *MAMA 8, no. 498 (PH);
**Robert, AC 35, 1966, 392-394 (ll. 1-2).
[ ]
MAMA VIII, no. 498
1 | ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησαν |
Ἰάσονα Μηνοδότου τοῦ Μενάνδρ[ου τοῦ] | |
Πραβρέα, ἄνδρα καλὸν καὶ ἀγαθὸν γέ[νους] | |
πρώτου καὶ ἐνδοξοτάτου καὶ συνεκτ[ικό]- | |
5 | τος τὴν πατρίδα γυμνασιαρχήσαντα̣ [καὶ] |
στεφανηφορήσαντα μεγαλοψύχως κα̣[ὶ ἐν]- | |
δόξως καὶ ἀρχιερατεύσαντα τῶν Σεβαστῶν̣ [καὶ] | |
ἀγωνοθετήσαντα δίς, τετελειωκότα [δὲ καὶ] | |
ἐκ τῶν ἰδίων τοῦ γραμματοφυλακίου, [σὺν] | |
10 | καὶ Ἰουλίᾳ Παύλᾳ τῇ γυναικὶ τοῦ περ[ιστώ]- |
ου στοᾶς μεσημβρινῆς ἀπὸ θεμελίων τὸ [λιθι]- | |
κὸν πᾶν καὶ τὸν ἐν αὐτῇ οἶκον σὺν περιφλ[ιώμασιν] | |
καὶ βιβλιοθήκαις καὶ τοῖς παρ’ αὐτὸν ἐργαστη[ρίοις] | |
διστέγοις δυσὶν καὶ στοᾶς ἀνατολικῆς ἀπὸ θ̣[εμε]- | |
15 | [λίω]ν διάστυλα ὀκτὼ μετενηνοχότα δὲ εἰς |
ταύτην̣, καὶ τῆς παλαιᾶς στοᾶς κατὰ τὸ γενόμ[ενον] | |
ψήφισμα διάστυλα ὀκτώ· καὶ στοᾶς δυσμικῆ[ς διά]- | |
στυλον ἕν, τοῖς τε κείοσι̣ τῆς στοᾶς ταύτ[ης προσ]- | |
επιτεθεικέναι τὰς κεφαλὰς πᾶσιν τά τε ἐπιστύ[λια] | |
20 | καὶ ζωφόρους καὶ γείση τοῖς κείοσιν ἐπιτεθει[κέναι] |
πᾶσιν, κείοσίν τε αὐτῆς πεντε ἔχουσιν τοὺς̣ [θρά]- | |
νους μόνους ἐπιτεθεικέναι τοὺς λοιποὺ[ς σφον]- | |
δύλους πάντας· τοῦ δὲ οἴκου τοῦ βορινοῦ [τῆς τε] | |
ἐξέδρας τὰ λείποντα λευκόλιθα πεποιηκό[τα πάν]- | |
25 | τα σὺν ὀροφαῖς καὶ τοῖς ἐν τῷ οἴκῳ κείοσιν καὶ β[ιβλιοθή]- |
καις καὶ τοῖς φυραματικοῖς καὶ τοῖς λοιποῖς πᾶ̣[σιν, ἐρ]- | |
γαστήριά τε σὺν τοῖς ἐν τῇ ἐξέδρᾳ τετελειω[κότα δέκα] | |
ἐννέα τὸ δὲ περίστωον ὅλον δεδοκῶσ[θαι καὶ] | |
κεκεραμῶσθαι καὶ ὠροφῶσθαι καὶ συντε[τελει]- | |
30 | ῶσθαι ἐκ τῶν ἰδίων ὑφ’ ἑαυτοῦ σὺν [καὶ τοῖς] |
vacat ἐφεστῶσιν θυρώμασιν πᾶσιν. vacat |