Honorary inscription for Iason Prabreus for good deeds,
including activity in building, by boule and demos, on white
marble base; c. 2; found at Aphrodisias: Kubitschek & Reichel,
AAWW 1893, 100-101, no. 1; Reinach, REG 19, 1906, 98-100, no. 13
(part); Wilhelm, JÖAI 28, 1933, 57-61; *MAMA 8, no. 498 (PH);
**Robert, AC 35, 1966, 392-394 (ll. 1-2).
[ ]
MAMA VIII, no. 498
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησαν |
| Ἰάσονα Μηνοδότου τοῦ Μενάνδρ[ου τοῦ] | |
| Πραβρέα, ἄνδρα καλὸν καὶ ἀγαθὸν γέ[νους] | |
| πρώτου καὶ ἐνδοξοτάτου καὶ συνεκτ[ικό]- | |
| 5 | τος τὴν πατρίδα γυμνασιαρχήσαντα̣ [καὶ] |
| στεφανηφορήσαντα μεγαλοψύχως κα̣[ὶ ἐν]- | |
| δόξως καὶ ἀρχιερατεύσαντα τῶν Σεβαστῶν̣ [καὶ] | |
| ἀγωνοθετήσαντα δίς, τετελειωκότα [δὲ καὶ] | |
| ἐκ τῶν ἰδίων τοῦ γραμματοφυλακίου, [σὺν] | |
| 10 | καὶ Ἰουλίᾳ Παύλᾳ τῇ γυναικὶ τοῦ περ[ιστώ]- |
| ου στοᾶς μεσημβρινῆς ἀπὸ θεμελίων τὸ [λιθι]- | |
| κὸν πᾶν καὶ τὸν ἐν αὐτῇ οἶκον σὺν περιφλ[ιώμασιν] | |
| καὶ βιβλιοθήκαις καὶ τοῖς παρ’ αὐτὸν ἐργαστη[ρίοις] | |
| διστέγοις δυσὶν καὶ στοᾶς ἀνατολικῆς ἀπὸ θ̣[εμε]- | |
| 15 | [λίω]ν διάστυλα ὀκτὼ μετενηνοχότα δὲ εἰς |
| ταύτην̣, καὶ τῆς παλαιᾶς στοᾶς κατὰ τὸ γενόμ[ενον] | |
| ψήφισμα διάστυλα ὀκτώ· καὶ στοᾶς δυσμικῆ[ς διά]- | |
| στυλον ἕν, τοῖς τε κείοσι̣ τῆς στοᾶς ταύτ[ης προσ]- | |
| επιτεθεικέναι τὰς κεφαλὰς πᾶσιν τά τε ἐπιστύ[λια] | |
| 20 | καὶ ζωφόρους καὶ γείση τοῖς κείοσιν ἐπιτεθει[κέναι] |
| πᾶσιν, κείοσίν τε αὐτῆς πεντε ἔχουσιν τοὺς̣ [θρά]- | |
| νους μόνους ἐπιτεθεικέναι τοὺς λοιποὺ[ς σφον]- | |
| δύλους πάντας· τοῦ δὲ οἴκου τοῦ βορινοῦ [τῆς τε] | |
| ἐξέδρας τὰ λείποντα λευκόλιθα πεποιηκό[τα πάν]- | |
| 25 | τα σὺν ὀροφαῖς καὶ τοῖς ἐν τῷ οἴκῳ κείοσιν καὶ β[ιβλιοθή]- |
| καις καὶ τοῖς φυραματικοῖς καὶ τοῖς λοιποῖς πᾶ̣[σιν, ἐρ]- | |
| γαστήριά τε σὺν τοῖς ἐν τῇ ἐξέδρᾳ τετελειω[κότα δέκα] | |
| ἐννέα τὸ δὲ περίστωον ὅλον δεδοκῶσ[θαι καὶ] | |
| κεκεραμῶσθαι καὶ ὠροφῶσθαι καὶ συντε[τελει]- | |
| 30 | ῶσθαι ἐκ τῶν ἰδίων ὑφ’ ἑαυτοῦ σὺν [καὶ τοῖς] |
| vacat ἐφεστῶσιν θυρώμασιν πᾶσιν. vacat |