Letter of [Basileus Antiochos (III) to de]mos of [Amyzon], on plaque of white marble; 203 BC; found at Amyzon, not at Ephesos: GIBM 1035; BE 1917:422; Wilhelm, AAWW 1920, 40-57 (= Akadschr. II 39-56); BE 1921:450; Welles no. 38 (PH); BE 1936:385; IEphesos 223; Robert, RPh 55, 1981, 9-12; BE 1981:437, 525; *Robert, Amyzon no. 9 (PH); SEG 31, 897; BE 1984:420; Piejko, Gnomon 57, 1985, 610-611.  
[ ] Robert, Amyzon no. 9
1 [βασιλεὺς Ἀντίοχος Ἀμυζονέων τῶι δή]μωι χαίρειν. ἡμεῖς καὶ τοὺς ἄλλους μὲν πάντας
[διατελοῦμεν εὐεργετοῦντες ὅσοι α]ὑτοὺς πιστεύσαντες ἡμῖν ἐνεχείρισαν τὴν πᾶσαν αὐ-
[τῶν πρόνοιαν ποιούμενοι πρὸς] τὸ μένοντας ἐπὶ τῶν ἰδίων ἐν τῆι πάσηι ἐναν-
[αστρέφεσθαι εἰρήνηι· ἐπειδὴ] δὲ πρόκειται ἡμῖν καὶ ὑπὲρ ὑμῶν φροντίζειν
5 [τὰ δίκαια συντηρήσομεν τὰ ὑπάρχο]ντα ὑμῖν τά τε ἄλλα ἃ καὶ ἐν τῆι Πτολεμαίου
[συμμαχίαι ὑμῖν ὑπῆρχεν· καλῶς οὖν] ποιήσετε ὄντες εὔθυμοι καὶ γινόμενοι πρὸς τῶι
[ἐπιμελεῖσθαι μετὰ πάσης ἀδείας] τῶν ἰδίων· διαφυλάσσουσι γὰρ ὑμῖν τὴν εἰς τοὺς
[θεοὺς καὶ εἰς ἡμᾶς πίστιν εἰκὸς π]αρ’ ἐκείνων καὶ παρ’ ἡμῶν πάντα συγκατασκευ-
[ασθήσεσθαι τὰ πρὸς ἐπιστροφὴν κ]αὶ πολυωρίαν ἀνήκο<ν>τα· γεγράφαμεν δὲ καὶ
10 [τοῖς ἐπὶ τῶν τόπων στρατηγοῖς ὅπ]ως ἀντιλαμβάνωνταί τε ὑμῶν
[προθύμως καὶ μηθενὶ ἐπιτρέπωσιν ἐ]νοχλεῖν ὑμᾶς.  ἔρρωσθε· ρθʹ Δα<ι>σίου ιεʹ.
Search Help