Honorary decree of A[myzon] for Nikomed[es], on anta-block of marble; c. 200 BC; found at Amyzon: *Robert, Amyzon no. 16 (PH); BE 1984:423; Piejko, Gnomon 57, 1985, 615.  
[ ] Robert, Amyzon no. 16
1 [—]
[— καὶ τῶν ἄλλων ἁπ]άντων ὧν καὶ Ἀμ̣[υζο]-
[νεῖς μετέχουσιν ἐν] τ̣αῖς Χρυσαορέωμ πόλε̣[σιν·]
[ἑλέσθαι δὲ ἄνδρ]ας οἳ ἀφικόμενοι πρὸς Νικομήδη̣[ν]
5 [τὸ] ψήφισμα ἀποδώσουσιν καὶ ἀσπασάμενοι αὐτ[ὸν]
[πα]ρ̣ὰ τοῦ δήμου παρακαλέσουσιν ὄντα εὐεργέτην πει-
ρ̣ᾶσθαι ἀεί τινος ἀγαθοῦ παραίτιον γίνεσθαι τῶι δήμωι·
ἀ̣ναγράψαι δὲ τόδε ψήφισμα ἐν τῶι ἐπιφανεστάτωι τό-
πωι τοῦ ναοῦ τῆς Ἀρτέμιδος· ἐπιμεληθῆναι δὲ τῆς ἀ-
10 ναγραφῆς τοὺς προστάτας ὅπως ἧι πᾶσι φανερὸν
ὅτι ὁ δῆμος εὐεργετηθεὶς ἀποδιδῶι χάριτας ἀξία[ς]
τοῖς εὐεργετοῦσιν αὐτόν· τὸ δὲ ἀνήλωμα εἰς ταῦτα
δότω ὁ καθεσταμένος ταμίας ἀπὸ τῶν κοινῶν
προσόδων.  ἡιρέθησαν Μυωνίδης Ἱεροκλείους, Μένιπ-
15 πος Νικασικλείους.
Search Help