Honorary decree [of demos (of Amyzon)] for Dionysios, on block of marble; Hellenistic?; found at Amyzon: Paton & Myres, JHS 16, 1896, 231, no. 35.A; BE 1898:336; Wilhelm, Hermes 44, 1909, 46-47; BE 1910:332; *Robert, Amyzon no. 37; BE 1984:428; Piejko, Gnomon 57, 1985, 621; SEG 33, 852.  
[ ] Robert, Amyzon no. 37
1 [— ἑαυ]τὸν ἐπιδιδο[ὺς —]
[προαι]ρούμε[νός] τε τὸν δῆμον ὑπάρχειν —]
[․․] μεγάλας συμπεριπεποίηκεν προσόδου[ς καὶ τὴν οὐσίαν? τὴν]
[ὑ]πάρχουσαν συνδιατετήρηκεν οὐθενὶ ἐπ[ιτρέπων τὰ χρήματα?]
5 περισπᾶν παρὰ τὸ προσῆκον, τῆς αὑτοῦ πρὸ[ς τὴν πόλιν εὐνοίας]
ἀποδείξεις ποιούμενος τὰς μεγίστας· ἵνα οὖγ καὶ [ὁ δῆμος]
φαίνηται τιμῶν τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν· δεδ[όχθαι τῶι δήμωι]·
ἐπῃνῆσθαι Διονύσιον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας [ἧς ἀεὶ]
ἔχων διατελεῖ εἰς τὸν δῆμον καὶ τοὺς θεούς· [στεφανῶ]-
10 σαι δὲ αὐτὸγ καὶ θαλλοῦ στεφάνωι· τὴν δ[ὲ ἀναγγελί]-
[αν] ποιήσασθαι τοῦ στεφάνου ἐν τῆι συντελ[ουμένηι]
θυσίαι τῆι Ἀρτέμιδι· εἶναι δὲ αὐτὸγ καὶ εὐεργέ[την τοῦ δή]-
[μο]υ· πέμπεσθαι δὲ αὐτῶι καὶ γέρας ἀπὸ τῶν [δημοτελῶν]
θυσιῶγ, [κ]αθότι καὶ τοῖς ἄλλοις εὐεργέτ[αις· ταῦτα δὲ]
15 [ὑ]πάρχειν [α]ὐτῶι καὶ ἐγγόνοις· τὸ δὲ ψήφισ[μα ἀναγράψαι]
[ἐπὶ τ][ς] π[α]ραστάδος τοῦ ἱεροῦ πυλῶν[ος ὅπου καὶ τὸ]
[․]Σ[․]ΕΙΟ[․․] τοῦ πατρὸς αὐτοῦ ἀναγέγραπ[ται· ἐπιμελή]-
[σασθαι δὲ] τῆς ἀναγραφῆς τὸν ἐνεστῶτα τ[αμίαν —]
[—] Ἱεροκλῆν Βαλάγρου.
Search Help
Contact Us