Letter of Roman praetor M(arcus) Valerius Messalla conferring immunity and asylia on Teos; 193 BC: CIG 3045; *LW 60; Syll3 601; **Sherk 34 (ll. 4, 12, 16); SEG 30, 1377.  
[ ] LW 60
1 vacat Ῥωμαίων. vacat
Μάρκος Οὐαλάριος Μάρκου στρατηγὸς καὶ
δήμαρχοι καὶ ἡ σύνκλητος, Τηΐων τῆι βουλῆι καὶ τῶι
δήμωι χαίρειν. v Μένιππος ὅ τε παρ’ Ἀντιόχου τοῦ βα-
5 σιλέως ἀποσταλεὶς πρὸς ἡμᾶς πρεσβευτὴς, προ-
χειρισθεὶς καὶ ὑφ’ ὑμῶν πρεσβεῦσαι περὶ τῆς πόλεως
τό τε ψήφισμα ἀνέδωκεν καὶ αὐτὸς ἀκολούθως τούτωι
διελέχθη μετὰ πάσης προθυμίας. ἡμεῖς δὲ τόν τε ἄν-
δρα ἀπεδεξάμεθα φιλοφρόνως καὶ διὰ τὴν προγεγενη-
10 μένην αὐτῶι δόξαν καὶ διὰ τὴν ὑπάρχουσαν καλοκἀ-
γαθίαν περί τε ὧν ἠξίου διηκούσαμεν εὐνόως. καὶ ὅτι
μὲν διόλου πλεῖστον λόγον ποιούμενοι διατελοῦ-
μεν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας, μάλιστ’ ἄν τις στο-
χάζοιτο ἐκ τῆς συναντωμένης ἡμεῖν εὐμενείας
15 διὰ ταῦτα παρὰ τοῦ δαιμονίου· οὐ μὴν ἀλλὰ καὶ ἐξ ἄλ-
λων πλειόνων πεπείσμεθα συμφανῆ πᾶσι γεγονέναι
τὴν ἡμετέραν εἰς τὸ θεῖον προτιμίαν, διὸ καὶ διά τε ταῦ-
τα καὶ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν καὶ διὰ τὸν ἠξιω[μέν]ον
πρεσβευτὴν κρίνομεν εἶναι τὴν πόλιν καὶ τὴγ χώ-
20 ραν ἱεράν, καθὼς καὶ νῦν ἐστιν, καὶ ἄσυλον καὶ ἀφορο-
λόγητον ἀπὸ τοῦ δήμου τοῦ Ῥωμαίων καὶ τά τε εἰς
τὸν θεὸν τίμια καὶ τὰ εἰς ὑμᾶς φιλάνθρωπα πειρασό-
μεθα συνεπαύξειν, διατηρούντων ὑμῶν καὶ εἰς τὸ
μετὰ ταῦτα τὴν πρὸς ἡμᾶς εὔνοιαν. vacat ἔρρωσθε.
Search Help