Decree concerning friendship with Tyre; IIm: *BCH 1925,
305-8, no. 3 (PH); SEG 4, 601.
[ ]
BCH 1925, 305-8, no. 3
| 0 | {²Beginning lost}² |
| [— δεδόχθαι] | |
| [τῆι πόλει τῶν Τηΐων] ἀποκρίνασθαι [Τυρίοις οὖσιν οἰκείοις? καὶ] | |
| φίλοις διότι ὁ δῆμος ὁ Τηΐων τῶν τε [πρεσβευτῶν διήκουσε με]- | |
| τα πάσης προθυμίας καὶ ἀνανεῶται τ[ὴν φιλίαν? καὶ τὰ ἄλ]- | |
| λα τὰ προϋπάρχοντα ταῖς πόλεσι πρὸς ἑ[αυτὰς φιλάνθρωπα· ἀπέ]- | |
| 5 | δειξεν δὲ καὶ τόπον πρὸς τὴν ἀνάθεσ[ιν τῆς στήλης ὡς ἐπιτη]- |
| δειότατον, καθότι διὰ τῆς ἐπισ̣τολῆς [παρακαλοῦσι Τύριοι καὶ] | |
| τὸ λοιπὸν πειράσεται τὴν αὐτὴν εὔνοιαν [διαφυλάσσων ἐς] | |
| πάντα τὰ καλῶς ἔχοντα συνεπιδιδόναι ἑ[αυτὸν προθύμως, δια]- | |
| τηρούντων καὶ Τυρίων τὴν προϋπάρχουσ[αν ταῖς πόλεσιν] | |
| 10 | πρὸς ἑαυτὰς ἐκ παλαιῶν χρόνων εὔνοιαν καὶ [φιλίαν· ἐπαινέ]- |
| σαι δὲ καὶ τοὺς πρεσβευ{σ}τὰς {²⁶πρεσβευτὰς}²⁶ ἐπὶ τῶι πεποιῆ[σθαι τὴν ἐν]- | |
| δημίαν καλὴν καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφο[τέρων τῶν] | |
| πόλεων καὶ καλέσαι αὐτοὺς ἐπὶ ξενισμὸν ε[ἰς τὸ πρυτα]- | |
| [ν]εῖον ἐπὶ τὴν κοινὴν τῆς πόλεως ἑστίαν· τοὺς [δὲ τα]- | |
| 15 | [μί]ας πέμψαι αὐτοῖς ξένια τὰ κατὰ τὸν νόμον ἐκ τ[ῆς] |
| [διοικ]ήσεως. |