Law regulating education of children; II: CIG 3059 and p.
1125; *Hirschfeld, Hermes 9, 1875, 501-3 (for ll. 1-34); *BCH
1880, 110-21 (for ll. 35-68); **Syll3 578 (ll. 1-2, 13, 15, 20,
22, 31, 37, 47, 51, 67); SEG 14, 751.
[ ]
Hermes 9, 1875, 501-3
| 0 | {²Beginning lost}² |
| [— ἀπο]δείκνυσθαι δὲ [καὶ μετὰ τὴν] | |
| [ τοῦ γυ]μνασιάρχου αἵρεσιν παιδονόμον μὴ νεώτερ[ον] | |
| [ἐτῶ]ν τεσσαράκοντα· ἵνα δὲ πάντες οἱ ἐλεύθεροι παῖδες πα[ι]- | |
| [δε]ύωνται καθότι Πολύθρους Ὀνησίμου προνοήσας ἐπηγγείλ[α]- | |
| 5 | το τῶι δῆμωι κάλλιστον ὑπόμνημα τῆς ἑαυτοῦ φιλοδοξίας |
| κατατιθέμενος, ἐπέδωκεν εἰς ταῦτα δραχμὰς τρισμυρίας | |
| τετράκις χιλίας, ἀποδείκνυσθαι καθ’ ἕκαστον ἔτος ἐν ἀρχ[αι]- | |
| ρεσίαις μετὰ τὴν τῶν γραμματέων αἵρεσιν γραμματοδιδασκ[ά]- | |
| λους τρεῖς οἵτινες διδάξουσιν τοὺς παῖδας καὶ τὰς παρθέ- | |
| 10 | νους· δίδοσθαι δὲ [τ]ῶι μὲν ἐπὶ τὸ πρῶτον ἔργον χειροτονηθέντ[ι] |
| τοῦ ἐνιαυτοῦ δραχμὰς ἑξακοσίας, τῶι δὲ ἐπὶ τὸ δεύτερον δραχμὰ[ς] | |
| πεντακοσίας πεντήκοντα, τῶι δὲ ἐπὶ τὸ τρίτον δραχμὰς πεντακο- | |
| σίας· ἀπο<δεί>κνυσθ<α>ι δὲ καὶ παιδοτρίβας δύο, μισθὸν δ’ αὐτῶν ἑκα- | |
| τέρωι δίδοσθαι τοῦ ἐνιαυτοῦ δραχμὰς πεντακοσίας. v2 ἀπο- | |
| 15 | δείκνυσθ<α>ι δὲ κιθαριστὴν ἢ ψάλτην, μισθὸν δὲ δίδοσθαι τῶι |
| χειροτονηθέντι τοῦ ἐνιαυτοῦ δραχμὰς ἑπτακοσίας· οὗτος δὲ | |
| διδάξει τούς τε παῖδας οὓς ἂν καθήκηι εἰς τοὐπιὸν ἐκκ[ρ]ίνεσθαι [καὶ] | |
| τοὺς τούτων ἐνιαυτῶι νεωτέρους τά τε μουσικὰ καὶ κιθαρίζειν ἢ ψάλλειν, | |
| τοὺς δὲ ἐφήβους τὰ μουσικά· περὶ δὲ τῆς ἡλικίας τῶν παίδων τούτων ἐπι- | |
| 20 | κρινέτω ὁ παιδονόμος· προ̣σδίδοσθαι δὲ καὶ ἐὰν ἐμβόλιμον μῆνα ἄγωμεν τὸ |
| ἐπιβάλλον τοῦ μισθοῦ τῶι μηνί. v2 ὁπλομάχον δὲ καὶ τὸν διδάξοντα | |
| τοξεύειν καὶ ἀκοντίζειν μισθού<σ>θωσαν ὅ τε παιδονόμος καὶ ὁ γυμνασί- | |
| αρχος ἐπ’ ἀναφορᾶι τῆι πρὸς τὸν δῆμον· οὗτοι δὲ διδασκέτωσαν τούς | |
| τε ἐφήβους καὶ τοὺς παῖδας οὓς καὶ τὰ μουσικὰ μανθάνειν γέγραπται, | |
| 25 | διδόσθω δὲ μισθὸς τῶι μὲν τοξεύειν καὶ ἀκοντίζειν διδάσκοντι δρα- |
| χμαὶ διακόσιαι καὶ πεντήκοντα, τῶι δὲ ὁπλομάχωι δραχμαὶ τριακόσιαι· | |
| ὁ δὲ ὁπλομάχος διδάξε<ι> χρόνον οὐκ ἐλάσσονα μηνῶν δύο· ὅπως δὲ ἐπι- | |
| μελῶς ἐν τοῖς μαθήμασιν γυμνάζωνται οἵ τε παῖδες καὶ οἱ ἔφηβοι | |
| τὸν παιδονόμον καὶ τὸν γυμνασίαρχον ἐπιμελεῖσθαι καθότι ἑκατέρωι | |
| 30 | αὐτῶν προστέτακται κατὰ τοὺς νόμους· ἐὰν δὲ οἱ γραμματοδιδάσκα- |
| λοι ἀντιλέγωσιν πρὸς αὑτοὺς περὶ τοῦ πλήθους τῶν παίδων, ἐπικρινά- | |
| τω ὁ παιδονόμος, καὶ ὡς ἂν οὗτος διατάξηι πειθαρχείτωσαν· τὰς δὲ ἀπο- | |
| δείξεις ἃς ἔδει γίνεσθαι ἐν τῶι γυμνασίωι ποιεῖσθαι τοὺς γραμματοδι- | |
| δασκάλους καὶ τὸν τὰ μουσικὰ διδάσκοντα ἐν τῶι βουλευ[τηρίωι. —] | |
| 35 | [—] |
| [—]ημερ[—] | |
| [․․․․9․․․․]οντα[․․6․․․] τὴν ζημίην ἐὰν μὴ καταβάλωσι, ἀν[αγκά]- | |
| [ζειν ἐξέσ]τω αὐτούς. περὶ δὲ τοῦ ὁπλομάχου καὶ τοῦ τοξεύειν | |
| v2 καὶ ἀκοντίζειν διδάσκοντος συντελείσθω καθάπερ ἐπάνω | |
| 40 | γέγραπται. v2 ἢν δὲ οἱ ἐνεστηκότες ταμίαι ἢ οἱ ἑκάστοτε γινόμενοι |
| μὴ παραδῶσιν τὸ ἀργύριον τοῦτο κατὰ τὰ γεγραμμένα, v3 ἢ ἄλλος τις ἄρχων | |
| ἢ ἰδιώτης εἴπηι ἢ πρήξηται ἢ προθῆι ἢ ἐπιψηφίσηι ἢ νόμον προθῆι ἐναντίον τού- | |
| τωι ἢ τοῦτον τὸν νόμον ἄρηι τρόπωι τινὶ ἢ παρευρέσει ἡιοῦν ὡς δεῖ τὸ ἀργύρι- | |
| ον κινηθῆναι ἢ μὴ ἀναλίσκεσθαι ἀπ’ αὐτοῦ εἰς ἃ ὁ νόμος συντάσσει, ἢ ἄλλ[ηι που] | |
| 45 | καταχωρισθῆναι καὶ μὴ εἰς ἃ ἐν τῶιδε τῶι νόμωι διατέτακται, τά τε πραχθέν- |
| τα ἄκυρα ἔστω, καὶ οἱ μετὰ ταῦτα ταμίαι καταχωριζέτωσαν εἰς τὸν λόγον κατὰ | |
| τὸν νόμον τό<ν>δε τὸ πλῆθος τῶν χρημάτων τὸ ἴσον ἐ[κ τῶ]ν τῆς πό[λεως πρ]οσό- | |
| δων καὶ τἄλλα πάντα συντελείτωσαν κατὰ τὸν νόμον τόνδε, [ὁ δὲ εἴ]πας ἢ [πρή]- | |
| [ξ]ας τι παρὰ τόνδε τὸν νόμον ἢ μὴ ποιήσας τι τῶν προστεταγμένων ἐν τῶι | |
| 50 | νόμωι τῶιδε ἐξώλης εἴηι καὐτὸς καὶ γένος τὸ ἐκείνου καὶ ἔστω ἱερόσυλος, καὶ συν- |
| τελείσθω πάντα κατ’ αὐτοῦ ἅπερ ἐν τοῖς νόμοις τοῖς περὶ ἱεροσύλου γεγραμμ[ένα ἐστί,] | |
| ὀφειλέτω δὲ καὶ τῆι πόλει ἕκαστος τῶν πρηξάντων τι παρὰ τόνδε τὸν νόμον | |
| περὶ τοῦ ἀργυρίου τούτου ἢ μὴ ποιούντων τὰ προστεταγμένα δραχμὰς μυρί[ας,] | |
| δικασάσθω δὲ αὐτῶι ὁ βουλόμενος καὶ ἐν ἰδίαις δίκαις καὶ ἐν δημοσίαις καὶ μετὰ | |
| 55 | τοῦ λόγου τοῦ ἐπιμηνίου τὴν ἀπήγησιν καὶ ἐγ καιρῶι ὧι ἂν βούληται, προθεσμίαι |
| δὲ μηδὲ ἄλλωι τρόπωι μηθενὶ ἐξέστω τῶν δικῶν τούτων μηδεμίαν ἐγβαλεῖν, | |
| ὁ δὲ ἁλισκόμενος ἐκτινέτω διπλάσιον καὶ τὸ μὲν ἥμισυ ἔστω τῆς πόλεως, ἱερὸν | |
| Ἑρμοῦ καὶ Ἡρακλέους καὶ Μουσῶν, καὶ καταχωριζέσθω εἰς τὸν λόγον τὸν προγε- | |
| γραμμένον, τὸ δὲ ἥμισυ τοῦ καταλαβόντος ἔστω, τὰς δὲ πράξεις τῶν δικῶν τού- | |
| 60 | των ἐπιτελείτωσαν οἱ εὔθυνοι καθάπερ καὶ τῶν ἄλλων τῶν δημοσίων δικῶν, |
| ἀναγγελλέτωσαν δὲ οἱ ἑκάστοτε γινόμενοι τιμοῦχοι πρὸς τῆι ἀρᾶι, ὅστις τὸ | |
| ἀργύριον τὸ ἐπιδοθὲν ὑπὸ Πολυθροῦ τοῦ Ὀνησίμου εἰς τὴν παιδείαν τῶν ἐλευθέ- | |
| ρων παίδων <κ>ι<ν>ήσειεν τρόπωι τινὶ ἢ παρευρέσει ἡιοῦν ἢ ἄλληι που καταχωρίσειεν | |
| καὶ μὴ εἰς ἃ ἐν τῶι νόμωι διατέτακτα<ι> ἢ μὴ συντελοίη τὰ συντεταγμένα ἐν τῶι | |
| 65 | νόμωι, ἐξώλης εἴηι καὶ αὐτὸς καὶ γένος τὸ ἐκείνου. vacat |
| ἐὰν δὲ οἱ τα[μίαι μ]ὴ δανείσωνται τὸ ἀργύριον κατὰ τὰ γεγραμμένα ἢ μὴ ἀποδῶσιν τὸ | |
| [κατὰ τόνδε τὸν] νόμον τοῖς καθισταμένοις ἐπὶ τῶν μαθημάτων ὀφειλέτω ἕκασ[τος τ]- | |
| ούτων τῆ[ι πόλει δρα]χμὰς δισχιλίας, δικασάσθω δὲ αὐτῶι [ὁ βου]λόμενος [—] | |
| [— ἁλισκ]όμεν[ος] ἐκτινέτω διπλάσιον, καὶ τὸ μὲν [ἥμισυ —] |