Law regulating education of children; II: CIG 3059 and p. 1125; *Hirschfeld, Hermes 9, 1875, 501-3 (for ll. 1-34); *BCH 1880, 110-21 (for ll. 35-68); **Syll3 578 (ll. 1-2, 13, 15, 20, 22, 31, 37, 47, 51, 67); SEG 14, 751.  
[ ] Hermes 9, 1875, 501-3
0 {²Beginning lost}²
[— ἀπο]δείκνυσθαι δὲ [καὶ μετὰ τὴν]
[ τοῦ γυ]μνασιάρχου αἵρεσιν παιδονόμον μὴ νεώτερ[ον]
[ἐτῶ]ν τεσσαράκοντα· ἵνα δὲ πάντες οἱ ἐλεύθεροι παῖδες πα[ι]-
[δε]ύωνται καθότι Πολύθρους Ὀνησίμου προνοήσας ἐπηγγείλ[α]-
5 το τῶι δῆμωι κάλλιστον ὑπόμνημα τῆς ἑαυτοῦ φιλοδοξίας
κατατιθέμενος, ἐπέδωκεν εἰς ταῦτα δραχμὰς τρισμυρίας
τετράκις χιλίας, ἀποδείκνυσθαι καθ’ ἕκαστον ἔτος ἐν ἀρχ[αι]-
ρεσίαις μετὰ τὴν τῶν γραμματέων αἵρεσιν γραμματοδιδασκ[ά]-
λους τρεῖς οἵτινες διδάξουσιν τοὺς παῖδας καὶ τὰς παρθέ-
10 νους· δίδοσθαι δὲ [τ]ῶι μὲν ἐπὶ τὸ πρῶτον ἔργον χειροτονηθέντ[ι]
τοῦ ἐνιαυτοῦ δραχμὰς ἑξακοσίας, τῶι δὲ ἐπὶ τὸ δεύτερον δραχμὰ[ς]
πεντακοσίας πεντήκοντα, τῶι δὲ ἐπὶ τὸ τρίτον δραχμὰς πεντακο-
σίας· ἀπο<δεί>κνυσθ<α>ι δὲ καὶ παιδοτρίβας δύο, μισθὸν δ’ αὐτῶν ἑκα-
τέρωι δίδοσθαι τοῦ ἐνιαυτοῦ δραχμὰς πεντακοσίας. v2 ἀπο-
15 δείκνυσθ<α>ι δὲ κιθαριστὴν ἢ ψάλτην, μισθὸν δὲ δίδοσθαι τῶι
χειροτονηθέντι τοῦ ἐνιαυτοῦ δραχμὰς ἑπτακοσίας· οὗτος δὲ
διδάξει τούς τε παῖδας οὓς ἂν καθήκηι εἰς τοὐπιὸν ἐκκ[ρ]ίνεσθαι [καὶ]
τοὺς τούτων ἐνιαυτῶι νεωτέρους τά τε μουσικὰ καὶ κιθαρίζειν ἢ ψάλλειν,
τοὺς δὲ ἐφήβους τὰ μουσικά· περὶ δὲ τῆς ἡλικίας τῶν παίδων τούτων ἐπι-
20 κρινέτω ὁ παιδονόμος· προ̣σδίδοσθαι δὲ καὶ ἐὰν ἐμβόλιμον μῆνα ἄγωμεν τὸ
ἐπιβάλλον τοῦ μισθοῦ τῶι μηνί. v2 ὁπλομάχον δὲ καὶ τὸν διδάξοντα
τοξεύειν καὶ ἀκοντίζειν μισθού<σ>θωσαν ὅ τε παιδονόμος καὶ ὁ γυμνασί-
αρχος ἐπ’ ἀναφορᾶι τῆι πρὸς τὸν δῆμον· οὗτοι δὲ διδασκέτωσαν τούς
τε ἐφήβους καὶ τοὺς παῖδας οὓς καὶ τὰ μουσικὰ μανθάνειν γέγραπται,
25 διδόσθω δὲ μισθὸς τῶι μὲν τοξεύειν καὶ ἀκοντίζειν διδάσκοντι δρα-
χμαὶ διακόσιαι καὶ πεντήκοντα, τῶι δὲ ὁπλομάχωι δραχμαὶ τριακόσιαι·
ὁ δὲ ὁπλομάχος διδάξε<ι> χρόνον οὐκ ἐλάσσονα μηνῶν δύο· ὅπως δὲ ἐπι-
μελῶς ἐν τοῖς μαθήμασιν γυμνάζωνται οἵ τε παῖδες καὶ οἱ ἔφηβοι
τὸν παιδονόμον καὶ τὸν γυμνασίαρχον ἐπιμελεῖσθαι καθότι ἑκατέρωι
30 αὐτῶν προστέτακται κατὰ τοὺς νόμους· ἐὰν δὲ οἱ γραμματοδιδάσκα-
λοι ἀντιλέγωσιν πρὸς αὑτοὺς περὶ τοῦ πλήθους τῶν παίδων, ἐπικρινά-
τω ὁ παιδονόμος, καὶ ὡς ἂν οὗτος διατάξηι πειθαρχείτωσαν· τὰς δὲ ἀπο-
δείξεις ἃς ἔδει γίνεσθαι ἐν τῶι γυμνασίωι ποιεῖσθαι τοὺς γραμματοδι-
δασκάλους καὶ τὸν τὰ μουσικὰ διδάσκοντα ἐν τῶι βουλευ[τηρίωι. —]
35 [—]
[—]ημερ[—]
[․․․․9․․․․]οντα[․․6․․․] τὴν ζημίην ἐὰν μὴ καταβάλωσι, ἀν[αγκά]-
[ζειν ἐξέσ]τω αὐτούς. περὶ δὲ τοῦ ὁπλομάχου καὶ τοῦ τοξεύειν
v2 καὶ ἀκοντίζειν διδάσκοντος συντελείσθω καθάπερ ἐπάνω
40 γέγραπται. v2 ἢν δὲ οἱ ἐνεστηκότες ταμίαι ἢ οἱ ἑκάστοτε γινόμενοι
μὴ παραδῶσιν τὸ ἀργύριον τοῦτο κατὰ τὰ γεγραμμένα, v3 ἢ ἄλλος τις ἄρχων
ἢ ἰδιώτης εἴπηι ἢ πρήξηται ἢ προθῆι ἢ ἐπιψηφίσηι ἢ νόμον προθῆι ἐναντίον τού-
τωι ἢ τοῦτον τὸν νόμον ἄρηι τρόπωι τινὶ ἢ παρευρέσει ἡιοῦν ὡς δεῖ τὸ ἀργύρι-
ον κινηθῆναι ἢ μὴ ἀναλίσκεσθαι ἀπ’ αὐτοῦ εἰς ἃ ὁ νόμος συντάσσει, ἢ ἄλλ[ηι που]
45 καταχωρισθῆναι καὶ μὴ εἰς ἃ ἐν τῶιδε τῶι νόμωι διατέτακται, τά τε πραχθέν-
τα ἄκυρα ἔστω, καὶ οἱ μετὰ ταῦτα ταμίαι καταχωριζέτωσαν εἰς τὸν λόγον κατὰ
τὸν νόμον τό<ν>δε τὸ πλῆθος τῶν χρημάτων τὸ ἴσον ἐ[κ τῶ]ν τῆς πό[λεως πρ]οσό-
δων καὶ τἄλλα πάντα συντελείτωσαν κατὰ τὸν νόμον τόνδε, [ὁ δὲ εἴ]πας ἢ [πρή]-
[ξ]ας τι παρὰ τόνδε τὸν νόμον ἢ μὴ ποιήσας τι τῶν προστεταγμένων ἐν τῶι
50 νόμωι τῶιδε ἐξώλης εἴηι καὐτὸς καὶ γένος τὸ ἐκείνου καὶ ἔστω ἱερόσυλος, καὶ συν-
τελείσθω πάντα κατ’ αὐτοῦ ἅπερ ἐν τοῖς νόμοις τοῖς περὶ ἱεροσύλου γεγραμμ[ένα ἐστί,]
ὀφειλέτω δὲ καὶ τῆι πόλει ἕκαστος τῶν πρηξάντων τι παρὰ τόνδε τὸν νόμον
περὶ τοῦ ἀργυρίου τούτου ἢ μὴ ποιούντων τὰ προστεταγμένα δραχμὰς μυρί[ας,]
δικασάσθω δὲ αὐτῶι ὁ βουλόμενος καὶ ἐν ἰδίαις δίκαις καὶ ἐν δημοσίαις καὶ μετὰ
55 τοῦ λόγου τοῦ ἐπιμηνίου τὴν ἀπήγησιν καὶ ἐγ καιρῶι ὧι ἂν βούληται, προθεσμίαι
δὲ μηδὲ ἄλλωι τρόπωι μηθενὶ ἐξέστω τῶν δικῶν τούτων μηδεμίαν ἐγβαλεῖν,
ὁ δὲ ἁλισκόμενος ἐκτινέτω διπλάσιον καὶ τὸ μὲν ἥμισυ ἔστω τῆς πόλεως, ἱερὸν
Ἑρμοῦ καὶ Ἡρακλέους καὶ Μουσῶν, καὶ καταχωριζέσθω εἰς τὸν λόγον τὸν προγε-
γραμμένον, τὸ δὲ ἥμισυ τοῦ καταλαβόντος ἔστω, τὰς δὲ πράξεις τῶν δικῶν τού-
60 των ἐπιτελείτωσαν οἱ εὔθυνοι καθάπερ καὶ τῶν ἄλλων τῶν δημοσίων δικῶν,
ἀναγγελλέτωσαν δὲ οἱ ἑκάστοτε γινόμενοι τιμοῦχοι πρὸς τῆι ἀρᾶι, ὅστις τὸ
ἀργύριον τὸ ἐπιδοθὲν ὑπὸ Πολυθροῦ τοῦ Ὀνησίμου εἰς τὴν παιδείαν τῶν ἐλευθέ-
ρων παίδων <κ>ι<ν>ήσειεν τρόπωι τινὶ ἢ παρευρέσει ἡιοῦν ἢ ἄλληι που καταχωρίσειεν
καὶ μὴ εἰς ἃ ἐν τῶι νόμωι διατέτακτα<ι> ἢ μὴ συντελοίη τὰ συντεταγμένα ἐν τῶι
65 νόμωι, ἐξώλης εἴηι καὶ αὐτὸς καὶ γένος τὸ ἐκείνου. vacat
ἐὰν δὲ οἱ τα[μίαι μ]ὴ δανείσωνται τὸ ἀργύριον κατὰ τὰ γεγραμμένα ἢ μὴ ἀποδῶσιν τὸ
[κατὰ τόνδε τὸν] νόμον τοῖς καθισταμένοις ἐπὶ τῶν μαθημάτων ὀφειλέτω ἕκασ[τος τ]-
ούτων τῆ[ι πόλει δρα]χμὰς δισχιλίας, δικασάσθω δὲ αὐτῶι [ὁ βου]λόμενος [—]
[— ἁλισκ]όμεν[ος] ἐκτινέτω διπλάσιον, καὶ τὸ μὲν [ἥμισυ —]
Search Help