Decree of Priansos honoring envoys from Teos; c. 170/140
BC: CIG 3056; *LW 82; **ICret I Priansos no. 1 (ll. 5, 6, 9, 18).
[ ]
LW 82
| 1 | vacat Πριανσίων. vacat |
| ἔδοξε Πριανσίων τοῖς κόσμοις καὶ τᾶι πόλει. | |
| ἐπειδὴ Ἡρόδοτος Μ<η>νοδότου καὶ Μενεκλῆς Διονυ- | |
| σίω ἐξαποσταλεντες πρεγγευταὶ πορτὶ ἁμὲ πα- | |
| 5 | ρὰ Τηΐων, οὐ μόνον ἀνεστρά[φεν] <πρ>επ<ό>ντω<ς> ἐν τᾶι |
| πόλει καὶ [διελέγ]εν περὶ τᾶ[ς ․․․7․․․]το[․․]ας, ἀλλὰ | |
| καὶ ἐπεδείξατο Μενεκλῆς μετὰ κιθάρας τά τε Τι- | |
| μοθέου καὶ Πολυίδου καὶ τῶν ἁμῶν παλαιῶν ποιη- | |
| τᾶν καλῶς καὶ πρεπόντως, εἰσ<ή>νεγκε δὲ κύκλον | |
| 10 | ἱστορημέναν ὑπὲρ Κρῆτας, κα[ὶ τ]ῶν ἐν [Κρή]ται γε- |
| γονότων θεῶν τε καὶ ἡρώων, [ποι]ησάμενο[ς τ]ὰν | |
| συναγωγὰν ἐκ πολλῶν ποιητᾶ[ν] καὶ ἱστοριογρά- | |
| φων· διὸ δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Τηΐος ὅτι | |
| πλεῖστον λόγον ποιῶνται περὶ παιδείας, ἐπαι- | |
| 15 | νέσαι δὲ καὶ Ἡρόδοτον καὶ Μενεκλῆν ὅτι καλὰν |
| καὶ πρέπονσαν πεποίηνται τὰν παρεπιδημίαν | |
| ἐν τᾶι πόλει ἁμῶν, διασαφῆσαί τε ταῦτα καὶ Τηΐ- | |
| οις ὅ<π>ως ἐπιγινώσκωντι. vacat | |
| vacat ἔρρωσθε. |