Decree of Knossos honoring envoys from Teos; c. 170/140
BC: CIG 3053 and p. 1125; *LW 81; ICret I Cnosos no. 11.
[ ]
LW 81
| 1 | vacat Κνωσίων. vacat |
| ἔδοξε Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπει- | |
| δὴ Ἡρόδοτος Μηνοδότω καὶ Μενεκλῆς Διονυσίω | |
| ἀποσταλθέντες πρεγγευταὶ πὰρ Τηΐων πορτὶ | |
| 5 | τὰς ἐν Κρήται πόλιας καὶ διατρίψαντες τὸν πλεῖσ- |
| τον χρόνον ἐν τᾶι ἁμᾶι πόλει, οὐ μόνον τὰν ἀπὸ τᾶς | |
| ἀναστροφᾶς εὐταξίαν ἀπεδείξαντο, ἀλλὰ καὶ ἐπε- | |
| δείξατο Μενεκλῆς μετὰ κιθάρας πλεονάκις τά τε | |
| Τιμοθέω καὶ Πολυίδω καὶ τῶν ἁμῶν ἀρχαίων ποι- | |
| 10 | ητᾶν καλῶς καὶ ὡς προσῆκεν ἀνδρὶ πεπαιδευμέ- |
| νωι· ὁπᾶι ὦν ἰσᾶντι Τήϊοι ὅτι ἁ πόλις ἀποδέδεκται | |
| τὸς τοιούτος τῶν ἀνδρῶν, δεδόχθαι ἐπαινέσαι | |
| τάν τε τῶν Τηΐων πόλιν ἐπὶ τῶι τοιούτος ἄνδρας | |
| πέμψαι, ὁμοίως δὲ καὶ τὸς πρεγγευτάς, Ἡρόδοτον | |
| 15 | καὶ Μενεκλῆν, ὅτι καλῶς καὶ εὐτάκτως ἐνδεδα- |
| μήκαντι. τὸς δὲ κόσμος δόμεν ἀντίγραφον τῶδε | |
| τῶ ψαφίσματος, σφραγίξαντας τᾶι δαμοσίαι σφρα- | |
| γῖδι, ἀποκομίσαι Ἡροδότωι καὶ Μενεκλεῖ πρὸς Τηΐος | |
| ἵν’ ἐπιγνῶντι καὶ αἰεί ποκα πρόνοιαν ποιῶνται τῶν | |
| 20 | τοιούτων ἀνδρῶν. |